# Ἔκφρασις τοῦ κοσμικοῦ πίνακος 652.12

Joannes, Ἔκφρασις τοῦ κοσμικοῦ πίνακος, 652.12. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/joannes/text/652.12
JSON: https://interlinea.aeterna-institute.org/api/v1/library/greek/joannes/text/652.12

E Ἐκφώνησις. "Ὅτι ἐλέημων καὶ φιλάνθρωπος Θεὸς ὑπάρχεις· καὶ B Ὁ Θεὸς, ὁ ἅγιος, ὁ ἐν ἁγίοις ἀναπαυόμενος, ὁ τρισαγίῳ φωνῇ ὑπὸ τῶν Σεραφὶμ ἀνυμνούμενος, καὶ ὑπὸ πάσης ἐπουρανίου δυνάμεως προσκυνούμενος· ὁ ἐκ τοῦ μὴ ὄντος εἰς τὸ εἶναι παραγαγὼν τὰ σύμπαντα· ὁ κτίσας τὸν ἄνθρωπον κατ' εἰκόνα σὴν καὶ ὁμοίωσιν, καὶ παντὶ σοῦ χαρίσματι κατακοσμήσας, καὶ δίδους αἰτοῦντι σοφίαν καὶ σύνεσιν, καὶ μὴ παρρῶν ἀμαρτάνοντα, ἀλλὰ θέμενος ἐπὶ σωτηρίαν μετάνοιαν· ὁ καταξιῶσας ἡμᾶς τοὺς ταπεινοὺς καὶ ἀναξίους δούλους σου, καὶ ἐν τῇ ὥρᾳ ταύτῃ στῆναι κατανύπτον τῆς δόξης τοῦ ἁγίου σου θυσιαστηρίου, καὶ τὴν ὀφειλομένην σοι προσκύνησιν καὶ δοξολογίαν προσάγειν· αὐτὸς, Δέσποτα, πρόσδεξαι καὶ ἐκ στόματος ἡμῶν τῶν ἀμαρτωλῶν τὸν Τρισαγίον ὕμνον, καὶ ἐπίσκεψον ἡμᾶς ἐν τῇ χρηστότητί σου· συγχώρησον ἡμῖν πᾶν πλημμέλημα ἐκούσιόν τε καὶ ἀκούσιον· ἁγίασον ἡμῶν τὰς ψυχὰς καὶ τὰ σώματα, καὶ δὸς ἡμῖν ἐν ὁσιότητι λατρεύειν σοι πάσας τὰς ἡμέρας τῆς ζωῆς ἡμῶν, πρεσβείαις τῆς ἁγίας Θεοτόκου, καὶ πάντων ἁγίων τῶν ἀπ' αἰώνος σοι εὐαρεστησάτων.

---

Joannes, Ἔκφρασις τοῦ κοσμικοῦ πίνακος. Text: Open Greek Corpus, from its own OCR of a public-domain print edition, Public domain. Changes: the text divided into reading sections by Interlinea.
License: Public domain (https://creativecommons.org/publicdomain/mark/1.0/). Source: https://opengreek.org/read/ogc002116.
