# Ἔκφρασις τοῦ κοσμικοῦ πίνακος 669.3

Joannes, Ἔκφρασις τοῦ κοσμικοῦ πίνακος, 669.3. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/joannes/text/669.3
JSON: https://interlinea.aeterna-institute.org/api/v1/library/greek/joannes/text/669.3

*Ὅπως χρὴ δέχεσθαι τοὺς*A*ἀπὸ Ἀθιγγάνων τῇ ὀρθοδόξῳ πίστει προσφερομένους, καὶ βαπτιζέσθαι μέλλοντας.* Ὁ δεῖνα ἀπὸ Μελχισεδεκιτῶν, τῶν καὶ Θεοδοτιανῶν, καὶ Ἀθιγγάνων προστῶν τῇ πίστει τῶν Χριστιανῶν, οὐ διὰ τινα βίαν, ἢ ἀνάγκην, ἢ φόβον, ἢ ἐπὴρειαν, ἢ πενίαν, ἢ διὰ χρεῶς, ἢ ἐγκλημα κατ' ἐμοῦ κινουμένου, ἢ διὰ ἑτερὸν τινα τρόπον ἀπηγορευμένου, ἀλλ' ὡς ἐξ ὧλης ψυχῆς, καὶ καρδίας τὸν Χριστὸν ἀγαπήσας, καὶ τὴν αὐτοῦ πίστιν, ἀναθεματίζω πᾶσαν τὴν τῶν Μελχισεδεκιτῶν, ἤτοι Θεοδοτιανῶν καὶ Ἀθιγγάνων αἵρεσιν, καὶ τοὺς αἱρεσιάρχας ἀπαντας, Θεοδότον, ζηλ, τὸν Σκυσέα, καὶ τοὺς αὐτοῦ μαθητὰς Ἀσκληπιάδην, καὶ Ἑρμόφιλον, καὶ Ἀπολλωνίδην, καὶ Θεοδότον τὸν Τραπεζῖτην, ὅστις μάλιστα γέγονεν ἀρχηγὸς τῆς αἵρεσεως ταύτης. C Ἀναθεματίζω καὶ τοὺς καθέξης διδασκάλους τῶν Ἀθιγγάνων, ὅσοι κατὰ γενεὰν ἐκάστην ἄχρι τοῦ νῦν γεγόνασι, καὶ ὅσοι σήμερόν εἰσι, καὶ γίνεσθαι μέλλουσιν. Ἀναθεματίζω πάντας τοὺς φρονοῦντας, καὶ δοξάζοντας, καὶ διδάσκοντας, καὶ λέγοντας, ὅτι ὁ Μελχισεδὲκ οὐκ ἦν ἄνθρωπος, ἀλλὰ δύναμις Θεοῦ μεγάλη διατρίβουσα ἐν ἀκτονομαλέστοις τόποις, καὶ ὅτι μεῖζων τοῦ Χριστοῦ ἐστιν ἐκεῖνος, καὶ διὰ τοῦτο λέγεται ὁ Χριστὸς, ὡς δεύτερος, καὶ ὑποδεέστερος, κατὰ τὴν ἐκείνου τάξιν ἱερατεύειν. Ἀναθεματίζω τοὺς λέγοντας, ὅτι Μελχισεδὲκ, ἤτοι ἡ μεγάλὴ δύναμις, ὁ Θεὸς, καὶ πατὴρ τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ ἐστι, καὶ διὰ τοῦτο καλεῖται ἀπάτωρ, ἀμήτωρ, ἀγενεαλόγητος. Ἀναθεματίζω τοὺς φυλάττοντας μὲν, ὡς Ἰουδαῖους τὸ Σάββατον, ὡς ἐθνικοὺς δὲ καὶ τὴν περιτομὴν διαπτοῦντας, καὶ τὸ βάπτισμα. Ἀναθεματίζω τοὺς χρωμένους μαντείαις, καὶ φαρμακείαις, καὶ γοητείαις, καὶ δι' αὐτῶν καὶ βλάπτειν, καὶ ῥφελεῖν ἀνθρώπους ἐπαγγελομένους. Ἀναθεματίζω τοὺς ἐπικαλουμένους δαιμόνά τινα, ὧν τὰ πρώτα καλοῦνται Σωροῦ, καὶ Σοχάν, καὶ Ἀρχέ, καὶ δι' αὐτῶν τὴν Σελήνην δῆθεν ἔλκοντας πρὸς ἑαυτούς, καὶ ἐρωτῶντας αὐτὴν περὶ ὧν βούλονται. Ἀναθεματίζω τοὺς ἐπιτιθέντας τοῖς ἀστρα-

---

Joannes, Ἔκφρασις τοῦ κοσμικοῦ πίνακος. Text: Open Greek Corpus, from its own OCR of a public-domain print edition, Public domain. Changes: the text divided into reading sections by Interlinea.
License: Public domain (https://creativecommons.org/publicdomain/mark/1.0/). Source: https://opengreek.org/read/ogc002116.
