# Ἔκφρασις τοῦ κοσμικοῦ πίνακος 670.2

Joannes, Ἔκφρασις τοῦ κοσμικοῦ πίνακος, 670.2. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/joannes/text/670.2
JSON: https://interlinea.aeterna-institute.org/api/v1/library/greek/joannes/text/670.2

A τιν ἀνθρώπων ὀνόματα, καὶ διὰ φαντασίας δαιμονιώδους κινεῖν αὐτοὺς κατ' ἀλλήλων στρατευομένους, καὶ οὕτω φημίζοντας, ὡς ὁ τοῦ δεῖνος ἀσπὴρ τὸν τοῦ δεῖνος ἔσβεςε, καὶ δεῖ πάντως εἶναι κραταδίστερον τοῦδε ἐκείνου, καὶ εὐτυχέστερον. Ἀναθεματίζω τοὺς ἐν προσποιήσει καθαρότητος μισανθρωπίαν διδάσκοντας, καὶ βδελυσσομένους πάντα ἄνθρωπον, ὅστις αὐτοῖς οὐκ ἔστιν ὁμόπιστος, καὶ διὰ τοῦτο μήτε προσεγγίζειν τινὶ τοιούτῳ, μήτε προσεγγίζεσθαι παρὰ τινος ἀνεχομένους, μήτε διδόναι τι, μήτε λαμβάνειν διὰ χειρῶν· εἰ δὲ γένηται τι κατὰ τύχην τοιούτον, εὐθὺς ἐπὶ καθαρισμοὺς καὶ λουτρὰ χωροῦντας, ὡς μεμιωσμένους, καὶ ἀκαθάρτους γεγονότας. Ἀναθεματίζω πρὸς τούτοις καὶ πᾶν ἕτερον ἔθος, καὶ ἐπιτήδευμα, καὶ πᾶσαν πρᾶξιν τῶν Ἀθιγγάνων, φανερῶς, ἢ λανθάνως παρ' αὐτῶν ἀποστερεφόμενον, καὶ ἀποστασόμενον.

---

Joannes, Ἔκφρασις τοῦ κοσμικοῦ πίνακος. Text: Open Greek Corpus, from its own OCR of a public-domain print edition, Public domain. Changes: the text divided into reading sections by Interlinea.
License: Public domain (https://creativecommons.org/publicdomain/mark/1.0/). Source: https://opengreek.org/read/ogc002116.
