# Ἔκφρασις τοῦ κοσμικοῦ πίνακος 676.1

Joannes, Ἔκφρασις τοῦ κοσμικοῦ πίνακος, 676.1. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/joannes/text/676.1
JSON: https://interlinea.aeterna-institute.org/api/v1/library/greek/joannes/text/676.1

A ἡμῶν πίστιν, ὅπερ οὐκ ἐφυλάξαμεν· ἀλλὰ πολλοὺς μάρτυρας ἀπέδειξαν, διὰ τὸ μὴ πατηθῆναι ὑπ' αὐτῶν τὸ σημεῖον τοῦ σταυροῦ τοῦ τιμίου. Τοῦτο γὰρ πράττειν τοὺς Χριστιανούς ἠνάγκασαν, καὶ ὡς ἔφησιν, πᾶσαν τὴν γῆν ἐπὶ πλὸν λεηλατοῦντες, ἐπιδραμόντες δὲ καὶ Ἰνδοὺς καὶ Αἰθιόπας καὶ τὰ Μαυρούσια ἔθνη, Λιβύας τε καὶ Ἰσπανούς, ἔσχασαν πάντων, ἐπεστράτευσαν καὶ κατὰ ταύτης τῆς βασιλίδος πόλεως, βουλομένοις ταύτην ἕλεσιν. Τοῦ δὲ βασιλέως Λέοντος τοῦ Ἰσαύρου ἀρτι τῆς βασιλείας ἐπειλημμένου προθεμένου δούναι αὐτοῖς τέλη, αὐτοὶ καὶ φύλακας ἐγκαταστήσαι τῇ πόλει κατεδιάζοντο. Ἐθάρρησαν γὰρ τῷ πλήθει τοῦ τε οἰκείου καὶ μισθοφόρου στρατοῦ, καὶ τῷ ἐξωτερισθέντι ἀπειρῳ ναυμαχικῷ στόλῳ, ὃς εἰς χιλία καὶ ὀκτακόσια πλοία πᾶς ἀπηριθμεῖτο, ὡς οἱ τὰς χρονικὰς συντάξεις περιλοποιηθέντες ἀνέγραψαν.

---

Joannes, Ἔκφρασις τοῦ κοσμικοῦ πίνακος. Text: Open Greek Corpus, from its own OCR of a public-domain print edition, Public domain. Changes: the text divided into reading sections by Interlinea.
License: Public domain (https://creativecommons.org/publicdomain/mark/1.0/). Source: https://opengreek.org/read/ogc002116.
