# Ἔκφρασις τοῦ κοσμικοῦ πίνακος 676.2

Joannes, Ἔκφρασις τοῦ κοσμικοῦ πίνακος, 676.2. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/joannes/text/676.2
JSON: https://interlinea.aeterna-institute.org/api/v1/library/greek/joannes/text/676.2

Θέντες δὲ τὸ στρατόπεδον αὐτῶν πρὸ τοῦ ἄστεος οἱ πεπλανημένοι Χριστομάχοι, τῶς μὲν οὐδεμίαν προσβολὴν τοῖς τείχεσι προσήγον, διὰ τὸ σχολάζειν ἐπὶ κτίσεως οἰκιωμάτων, ὡς οἴκοι μένοντες, ἀφρημένοι μὲν φρόνησιν καὶ λογισμῶν· τὸ δὲ ἀληθὲς, ὑπὸ Θεοῦ κωλυόμενοι, ματαιώσαντες αὐτοὺς ἐν τοῖς οἰκείοις διαβουλοῖς. Ὁ δὲ κατὰ τὴν πόλιν φιλόχριστος λαός, διηνεκῶς μετὰ δακρύων ποιοῦμενος τὰς λιτὰς, ὡςπερ ἔθος αὐτοῖς ποιεῖν, καὶ ἐν εἰρηνικῇ καταστάσει, τὸ τε πάνσεπτον ξύλον τοῦ σταυροῦ τοῦ Κυρίου καὶ Σωτῆρος ἡμῶν Ἰησοῦ Χριστοῦ λαβόντες, καὶ τὴν ἁγίαν εἰκόνα τῆς πανάγνου Παρθένου, περιέφεσαν τὸ τεῖχος, αἴροντες ἐπὶ θεοῦ τὰς χεῖρας, καὶ λέγοντες : Ἀνάστηθι, Κύριε, μὴ ἀκώψῃ τὸν λαόν σου εἰς τέλος· ὅτι ἰδοὺ οἱ ἐχθροί σου ἠχησαν, καὶ οἱ μισοῦντες σε ἤραν κεφαλὴν. Μὴ δῷς τὴν κληρονομίαν σου εἰς ὀνειδισμὸν, τοὺς καταφρονεῖν ἔθνη, μήποτε εἴπωσι· Ποῦ ἐστιν ὁ Θεὸς αὐτῶν; ἀλλὰ γνώσκωσιν ὅτι ὀνομά σοι· Κύριος Ἰησοῦς Χριστός, εἰς δόξαν Θεοῦ Πατρός.

---

Joannes, Ἔκφρασις τοῦ κοσμικοῦ πίνακος. Text: Open Greek Corpus, from its own OCR of a public-domain print edition, Public domain. Changes: the text divided into reading sections by Interlinea.
License: Public domain (https://creativecommons.org/publicdomain/mark/1.0/). Source: https://opengreek.org/read/ogc002116.
