# Ἔκφρασις τοῦ κοσμικοῦ πίνακος 676.3

Joannes, Ἔκφρασις τοῦ κοσμικοῦ πίνακος, 676.3. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/joannes/text/676.3
JSON: https://interlinea.aeterna-institute.org/api/v1/library/greek/joannes/text/676.3

Εἰς δὲ τις τῶν πολεμίων Ἄγαρηνός, βλασφημοῖς ῥήμασι Κωνσταντίναν καλῶν τὴν πόλιν, καὶ τὴν Ἐκκλησίαν ψιλῷ ὀνόματι Σοφίαν προσαγορεύων, εἰς τι βάραθρον σὺν τῷ ἵππῳ αὐτοῦ καταπεσὼν, διεφθάρη. Ἄλλα καὶ ὁ κήρυξ αὐτῶν, ἐν ὑψηλῷ ξύλῳ ἀνελθὼν, πρὸς τὸ κηρύξαι τὴν μιᾶραν αὐτῶν προσευχήν, καὶ αὐτὸς ὁμοίως κατενεχθεὶς, βιαίως τὴν ἄθλιον ψυχὴν ἀπέρρηξεν. Εἶτα κατὰ Βουλγάρων ἐκστρατεύειν διαγνόντες, δύο στρατηγοὶ γεγονότες, ὁ μὲν πολιορκεῖν κατελείφθη τὴν πόλιν· ὁ δὲ, πρὸς τοὺς Βουλγάρους πολεμίων ἀπῆλθε· οἱς καὶ συμβαλόντες, ἠττῶνται, καὶ πίπτουσιν ὑπὲρ δισμυρίους. Οἱ δὲ περιλειφθέντες τοῦ θλῆρου διασωθέντες, σὺν αἰσχύνῃ πολλῇ, πρὸς τοὺς, ἀφ' ὧν διεφύγαν, ἐπανέστρεψαν. Πειρώμενοι δὲ μετὰ τὴν ὑποστρόφην διὰ τῶν ἐπαγομένων πλοίων ἐπὶ τὸ ἐν Βλαχέρναις μέρος ἐλθεῖν, τῇ ἐκτάσει ἀπὸ τοῦ παράματος μέ-

---

Joannes, Ἔκφρασις τοῦ κοσμικοῦ πίνακος. Text: Open Greek Corpus, from its own OCR of a public-domain print edition, Public domain. Changes: the text divided into reading sections by Interlinea.
License: Public domain (https://creativecommons.org/publicdomain/mark/1.0/). Source: https://opengreek.org/read/ogc002116.
