# Ἔκφρασις τοῦ κοσμικοῦ πίνακος 695.11-8

Joannes, Ἔκφρασις τοῦ κοσμικοῦ πίνακος, 695.11 to 695.8. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/joannes/text/695.11
JSON: https://interlinea.aeterna-institute.org/api/v1/library/greek/joannes/text/695.11

Τοῦ Στουδίτου. — Τὴν νηστείαν, ὡς φύλακα ἀγνείας καὶ μητέρα ἀπαθείας τιμῶντες, ἀδελφοί, ἐκ πόθου ἀσπασώμεθα. Ἰωσὴφ. — Νηστεία καθαρά μακροσυλὴς ἁμαρτίας, ἀλλοτρίωσις παθῶν, ἀγάπη πρὸς Θεόν, προσευχῆς ἐκκλέια. Θεοφάνους. — Ὁ ὑπωτιασμὸς τοῦ σώματος καὶ ἡ δουλαγωγία ὑπ' οὐδενὸς ἄλλου τοσούτον, ὡς ὑπὸ τῆς ἐγκρατείας, κατορθοῦνται. Τοῦ Γραπτοῦ. — Ἐγκράτεια ἐστὶν ἁμαρτίας ἀναίρεσις, παθῶν ἀλλοτρίωσις, ζωῆς πνευματικῆς ἀρχή. Νικολάου. — Μὴ ἀπταῦ, μοναχέ, ὅτι ἐνὶ σωθῆναι, ἡδονῇ καὶ κενοδοξίᾳ δουλεύοντα. Γρηγορίου τοῦ Θαυματουργοῦ. — Νηστεία, καὶ ἀγρυπνία, καὶ κόπος, οὐκ ἐδῶσιν αὔξεν τὴν ἐπιθυμίαν. Γνωμικόν. — Ψυχὴ γὰρ δεὶ ἀνθρωπίνων αἰμάτων διψῶσα, τοῖς τῶν προτεθυμημένων οὐ χορέννυται πτώμασιν. Γνωμικόν. — Πέφυκε γὰρ τὸ ἀνθρώπινον οὐχ οὕτω ταῖς παρελθοῦσαις τιμωρίαις ἀσφαλίζεσθαι, ὡς ταῖς ὁρωμέναις σωφρονίζεσθαι, καὶ τῶν φθασάντων ὑπάρχει βεβαιώσις ἡ τῶν ἐστηκότων συμφώνησις. Γνωμικόν. — Οὐδὲν ἀνδρὸς ἀρετὴν αἰδεῖσθαι καὶ πολέμιος. Ἐφραίμ. — Μέγιστον καλὸν ἡ ἐγκράτεια. Ἡ μὲν ἀδηφαγία καταλύει, ἡ δὲ ἐγκράτεια οἰκοδομεῖ. Ἀθανασίου. — Οὐκ ἔστιν ἡ πρόγνωσις αἰτία τοῦ μέλλοντος ἐσεσθαι, ἀλλὰ τὸ μέλλον ἐσεσθαι αἰτίων ἐστι τῆς προγνώσεως· οὐ γὰρ τῇ προγνώσει ἑπεται τὸ μέλλον, ἀλλὰ τῷ μέλλοντι ἑπεται ἡ πρόγνωσις. Παχώμ. — Μοναχὸς ἐστιν ὁ τῶν ψιλικῶν τὸν νοῦν ἀποχωρίσας, δι' ἐγκρατείας, καὶ ἀγάπης, καὶ προσευχῆς προσκαρτερῶν τῷ Θεῷ. Ἰωαννικίου. — Κόρος βρωμάτων πορνείας πατήρ· θλίψις δὲ κοιλίας ἀγνείας πρόξενος. Θεοδοσίου τοῦ κοινοβιάρχου. — Τὸ κρατεῖν ὅλης γαστρός, κρατεῖν ἐστι τῶν παθῶν. Τοῦ τῆς Κλίμακος. — Κοιλίας (4) κόρος ἐξήρανεν πηγὰς· αὕτη δὲ ἐηρανθεῖσα ἐγέννησεν ὕδατα. Ἰσιδώρου τοῦ Ἠλουσιώτου. — Μοναχέ, μὴ πέσῃ πρὸ ἐπὶ σὲ τὸ ἐκ τῆς τρυφῆς· καὶ οὐκ ὄψει τὸν ἥλιον τὸν τῆς δικαιοσύνης τὸν ἀδύτον. Μαξίμου. — Νηστεία, καὶ ἀγρυπνία, καὶ προσευχή, καὶ μετάδοσις, φύσει καλά· ἀλλ' ἐὰν διὰ κενοδοξίας γίνωνται, οὐ καλά. Ἰωάννου τοῦ Δαμασκηνοῦ. — Ὦστερ ὑδριστῇ πωλῷ χαλινόν, ἐπενέγκωμεν τῇ σαρκὶ τὴν ἐγκράτειαν.

---

Joannes, Ἔκφρασις τοῦ κοσμικοῦ πίνακος. Text: Open Greek Corpus, from its own OCR of a public-domain print edition, Public domain. Changes: the text divided into reading sections by Interlinea.
License: Public domain (https://creativecommons.org/publicdomain/mark/1.0/). Source: https://opengreek.org/read/ogc002116.
