# Ἔκφρασις τοῦ κοσμικοῦ πίνακος 82.1-8

Joannes, Ἔκφρασις τοῦ κοσμικοῦ πίνακος, 82.1 to 82.8. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/joannes/text/82.1
JSON: https://interlinea.aeterna-institute.org/api/v1/library/greek/joannes/text/82.1

ἀπέχοντες καὶ παιδοποιίας, καὶ συναλλαγμάτων καὶ προόδων τῆς ἀνοήτου συντυχίας. ΚΕΦΑΛ. ΡΜΓ'. — Τίνες αἱρέσεις παρ' Ἕλλησι γεγόνασι. Ἡ περὶ τῶν Φυσικῶν, ἡ περὶ Θεολογίας, ἡ περὶ τῶν ἑπτὰ Σοφῶν, ἡ Ἰσοκρατική (84), ἡ Κυρηναική, ἡ Κυνική, ἡ Ἡλιακή, ἡ Αἱρετική (85), Μεγαρική, Πυθαγόρειος, Ἐμπεδοκλείου, Ἡρακλείτειος, Ἐλεατική, Δημοκρίτειος, Πρωταγόριος, Πυρρώνεια, Ἀκαδημαϊκή, Περιπατητική, Στωϊκή, Ἐπικούρειος. Ταύτας τὰς εἴκοσι αἱρέσεις Ἡρακλείδης ὁ Πυθαγόριχος διεῖλεν, ἐν τῷ περὶ τῆς ἐν φιλοσόφοις αἱρέσεως πραγματείας αὐτοῦ βιβλίῳ. ΚΕΦΑΛ. ΡΜΔ'. — Ὅσαι εἰσὶ μαντεῖαι παρ' Ἕλλησιν. α' Ἀστρονομική. β' Γενεθλιακή. γ' Ὀνειροσκοπική. δ' Οἰωνική. ε' Συμβουλευτική. ς' Ἀρθριχή (86). δ'. Ἔστι δὲ καὶ ἄλλο τάγμα Ἑσσηνῶν, τὰ μὲν νόμιμα ὁμοίως τοῖς ἄλλοις ἀκριβούντες, γάμους δὲ καὶ παιδοποιίαν οὐκ ἀρνοῦνται, ἀλλὰ καὶ ἄλλους καταγινώσκοντες, ὅτι τὴν τοῦ γένους διαδοχὴν ἀποτέμνουσιν. ε'. Εἰσῆλθεν δὲ καὶ πέμπτη παρ' αὐτοῖς, Ἰούδα τοῦ Γαλιλαίου αἵρεσις, ἀνθρώπων μηδένα κύριον ἢ δεσπότην καλεῖν ἀπαγοῦσα, ἢ καὶ τὴν ἀπογραφὴν ἐπὶ Κουίνου γεγενημένην καλοῦσα καταδεξάσθαι. ΚΕΦΑΛ. ΡΜΒ'. — Τίνες αἱρέσεις παρὰ Σαμαρείταις γεγόνασι. Οἱ πρῶτοι Σαμαρεῖται Περσῶν ἀποικοὶ γεγόνασιν, εἰς τὴν τοῦ Ἰσραὴλ γῆν μετοικισθέντες ὑπὸ Σαλμανασάροῦ τοῦ Βαβυλωνίων βασιλέως, καὶ Μωϋσέως νόμιμα καὶ περιτομὴν ἐκ τῆς Πεντατεύχου παρέληφότες, ἐπιμένοντες δὲ καὶ τῷ σεβασμῷ τῶν πατρῴων καὶ Περσικῶν θεῶν. Γεγόνασι δὲ καὶ ἄλλαι τέσσαρες αἱρέσεις παρ' αὐτοῖς, Γορθηνῶν, Σεβοαίων, Ἑσσηνῶν, Δοσιθεανῶν. Γορθηνοὶ μὲν γὰρ κατὰ τὰς ἑορτὰς τοῖς ἄλλοις οὐ συμφωνοῦσιν, τὰς ἡμέρας αὐτῶν ἐναλλάξαντες, καὶ ἔξω δὲ τῆς Σαμαρείας περὶ τῆς βρώσεως ἀδιαφοροῦσι. Σεβοναῖοι δὲ διαφέρουσι μὲν πρὸς τοὺς Γορθηνούς διὰ τὴν τῶν ἑορτῶν ἐναλλαγὴν, τῆς δὲ Σαμαρείας οὐκ ἐξίσιν, ἀκαθάρτους ἡγοῦμενοι τοὺς ἀπὸ τῆς Σαμαρείας ἀποδημοῦντας. Οἱ δὲ Ἑσσηνοὶ πρὸς οὐδένα διαφέρουσι, ἀλλὰ καὶ προσδέχονται καὶ συσσιτοῦσι τοῖς ἔξωθεν, ὡς πρὸς αὐτοὺς ἐπιδημοῦσιν. Δοσιθιανοὶ δὲ ἀκριβέστεροι τῶν ἄλλων δοκοῦσιν εἶναι. Καὶ γὰρ ἐγκρατεύονται, καὶ παρθενίαν ἐπιτηδεύουσι, καὶ ἀνάστασιν γενήσεσθαι πιστεύουσι.

---

Joannes, Ἔκφρασις τοῦ κοσμικοῦ πίνακος. Text: Open Greek Corpus, from its own OCR of a public-domain print edition, Public domain. Changes: the text divided into reading sections by Interlinea.
License: Public domain (https://creativecommons.org/publicdomain/mark/1.0/). Source: https://opengreek.org/read/ogc002116.
