# Chronographia Compendiaria 121

Joel, Chronographia Compendiaria, 121. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/joel/chronographia-compendiaria/121
JSON: https://interlinea.aeterna-institute.org/api/v1/library/greek/joel/chronographia-compendiaria/121

πορνείας γεννηθέντας ἐν ἀλσώδει τόπῳ ῥιφῆναι καὶ ὑπὸ ἀγροικικῆς τινος γυναικὸς εὑρεθέντας ἀνατραφῆναι. Ὅνειδος δὲ ἦν Ῥωμαίοις τὸ ἐξ ἀλλοτρίων τρέφεσθαι καὶ ἀλλοτριοφάγους καλεῖσθαι. Ὁ οὐν Ῥῶμος τὸ οἰκεῖον ὄνειδος ἐξαλεῖψαι βουλόμενος ἐπενόησε τὰ Βρουμάλια, εἰρηκώς ἀναγκαῖον εἶναι τὸν βασιλέα τρέφειν τὴν οἰκείαν σύγκλητον ἐν τῶ καιρῷ τοῦ χειμῶνος ὡς ἐντίμους, ὅταν ἠρεμοῦσαν ἐκ τοῦ πολέμου, τὴν δὲ σύγκλητον πάλιν τρέφειν τὸν στρατόν. Ἐκάλεσε δὲ τὸ ὄνομα τοῦ ἀρίστου ἐξ ἐκείνου Βρουμαλιούμ, ὅ ἐστι Ῥωμαϊστὶ ἐξ ἀλλοτρίων τραφῆναι. Μετὰ δὲ Ῥῶμον ὑπὸ ὑπάτων καὶ στρατηγῶν τῆς Ῥώμης διοικουμένης, ὅν εἰς ἣν καὶ Μάλιος, ὁ φεβρουάριος συγκλητικὸς ὢν καὶ τῷ Μαλίῳ φθονήσας παρεσκεύασε τοὺς συγκλητικοὺς τοῦτον της πόλεως ἐκδιῶξαι. Τῶν οὐν Γάλλων τῇ εἰκάδι τοῦ Σεξτιλίου μηνὸς νυκτὸς ἐπελθόντων καὶ τὴν πόλιν παραλαβόντων καὶ πολὺν φόνον ἐργασαμένων, οἱ συγκλητικοὶ φυγόντες τὸν Μάλιον πάλιν προσκαλοῦνται, ὃς μετὰ στρατοῦ ἐπελθὼν καὶ τοὺς Γάλλους παραλαβὼν πάντας ἀνεῖλε, καὶ κρατήσας αὐθις τῆς Ῥώμης ἐκολόβωσε τὰς ἡμέρας τοῦ Σεξτιλίου μηνὸς ὡς δυστυχοῦς τῇ Ῥώμῃ γενομένου διὰ τὸ τὴν παράληψιν αὐτῆς ἐν αὐτῷ γενέσθαι. Τὸν δὲ Φεβρουάριον τῶν ὑπαρχόντων γυμνώσας καὶ ἀτίμως τῆς πόλεως ἐκβαλών ἀνεῖλε, καλέσας τὸν Σεξτίλιον μῆνα Φεβρουάριον ὡς ἄξιον τοῦ ὀνόματος. Μετὰ δὲ τὸν εἰρημένον Ἀρταξέρξην ἐβασίλευσε χωὸς ὁ υἱὸς αὐτοῦ, ὃς καὶ τὴν Αἴγυπτον παρέλαβε καὶ ἀπώλεσε, βασιλεύοντος αὐτῆς τότε Νεκτεναβώ, ὃς φυγὼν καὶ διὰ φαντασιῶν τινων καὶ μαγειῶν Αἰγυπτιακῶν προλέγων τὰ μέλλοντα γνώριμος γίνεται Φιλίππῳ καὶ Ὁλυμπιάδι τῇ γυναικὶ αὐτοῦ ἐξ ἧς ἔτεκε τὸν Ἀλέξανδρον. Ὁ δὲ Φίλιππος ἐβασίλευσε τῆς Μακεδονίας ἔτη κʹ, ὃς τὴν Θεσσαλίαν ὑποτάξας τὴν Θεσσαλονίκην πόλιν ἔκτισεν. Μετὰ δὲ Φίλιππον ἐβασίλευσε Μακεδόνων Ἀλέξανδρος, ὅτε καὶ Δαρεῖος ὁ Ἀρσάμου μετὰ Χῶον βασιλεύων κατεκυρίευσε πάντων, ὃν ὁ Ἀλέξανδρος χειρωσάμενος παρέλαβε πᾶσαν τὴν βασιλείαν αὐτοῦ καὶ πᾶσαν τὴν Περσῶν καὶ Μήδων καὶ Πάρθων καὶ Βαβυλωνίων χώραν καὶ τὰ Ἰνδικὰ πάντα μέρη. Ὃς καὶ τὴν μεγάλην Ἀλεξάνδρειαν εἰς τὸ ἴδιον ὄνομα κτίσας εἰς Βαβυλῶνα ὑπέστρεψεν, ἐν ᾗ καὶ τελευτᾷ, ἐτῶν ὢν λβʹ, βασιλεύσας ἔτη ιβʹ. Ἰστέον ὅτι δύο Λάμεχ ἡ Γραφὴ μνημονεύει, ἑνὸς μὲν τοῦ ἀπὸ Κάῖν, τοῦ καὶ πεφονευκότος ἄνδρα τε καὶ νεανίσκοντοὺς γὰρ δύο ἀδελφοὺς τοῦ δικαίου Ἐνὼχ ἀνελὼν καὶ τῶν δύο τὰς γυναῖκας ἔλαβε, ἑτέρου δὲ τοῦ πατρὸς Νῶε, τοῦ καὶ μεταγενεστέρῳ καὶ ἀπὸ Σὴθ καταγομένου. Ὁ Θάρρα ἐγέννησε τὸν Ἀβραὰμ, τὸν Μαχωὲ καὶ τὸν Ἀρὰμ τὸν πατέρα τοῦ Λώτ· ὅς καὶ ἀπέθανε πρὸ τοῦ πατρὸς αὐτοῦ Θάῤῥα· τοῦ γὰρ Ἀβραὰμ ἐμπρησμὸν ποιήσαντος ὥστε κατακαῦσαι τὰ εἶδαλα τοῦ πατρὸς αὐτοῦ, εἰσελθὼν Ἀρὰμ ἐξελέσθαι αὐτὰ ἀπέθανεν ἐν τῷ οἰκήματι ἐνώπιον τοῦ πατρὸς αὐτοῦ.

---

Joel, Chronographia Compendiaria. Text: Open Greek Corpus, from the Calfa Patrologia Graeca OCR (GREgORI), CC BY 4.0. Changes: the text divided into reading sections by Interlinea.
License: CC BY 4.0 (https://creativecommons.org/licenses/by/4.0/). Source: https://opengreek.org/read/ogc003914.
