# Chronographia Compendiaria 124.1-17

Joel, Chronographia Compendiaria, 124.1 to 124.17. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/joel/chronographia-compendiaria/124.1
JSON: https://interlinea.aeterna-institute.org/api/v1/library/greek/joel/chronographia-compendiaria/124.1

Μετά δὲ τοὺς κριτὰς ἔκρινε τὸν λαὸν ἀρχιερεὺς ΚΠλεὶ ἔτη κʹ, καὶ τῇ παροινίᾳ καὶ ἀταξία τῶν υἱῶν αὐτοῦ Ὀφνεὶ καὶ Φινεὲς τῇ ἐπὶ τῶν θυσιῶν ἐπῆλθεν αὐτοῖς ἡ θεία δίκη· οἱ μὲν γὰρ ἐν τῷ πολέμῳ δεινῶς ἀνῃρέθησαν, ὁ δὲ ἀπὸ τοῦ δίφρου πεσὼν ὀπισθίως καὶ τὸν νῶτον συντριβεὶς ἀπέθανεν ἐτῶν ἱʹ. Μετὰ δὲ Ἡλεὶ Σαμουήλῳ προφήτης καὶ ἱερεὺς ἕτη λʹ. Καὶ συναθροίζεται ὁ λαὸς πρὸς αὐτὸν εἰς Ἀρμαθαμ αἰτούμενος βασιλέα. Τῷ δὲ σφόδρα λυπηθέντι εἶπεν ὁ Θεός· Ἄκουσον τῆς φωνῆς τοῦ λαοῦ, ὅτι οὐ σὲ ἐξουδενώσουσιν, ἀλλ´ ἐμέ, τοῦ μὴ βασιλεύειν ἐπ´ αὐτῶν. Καὶ ἔδωκεν αὐτοῖς τὸν Σαούλ ἐκ φυλῆς Βενιαμὶν, χρίσας αὐτὸν εἰς βασιλέα. Μετὰ οὖν Σαμουήλ ἐβασίλευσε Σαούλ ἔτη μʹ, ὅς τολμήσας πρότερον μὲν θυμιᾶσαι τῷ Θεῷ, εἰτα παραβὰς τὴν ἐντολὴν τοῦ Θεοῦ ἐπὶ τοῖς Ἀμαληκίταις, ζωογονήσας Ἀγὰγ τὸν βασιλέα αὐτῶν, ἤκουσεπαρὰ τοῦ προφήτου, ὅτι Μεματαίωταί σοι, ὅτι οὐκ ἐφύλαξας τὴν ἐντολήν μου, ἣν ἐνετείλατό σοι ἄήριος, καὶ τὰ ἑξῆς. Μετὰ δὲ Σαοὺλ ἐβασίλευσε Δαβὶδ ἐκ φυλῆς Ἰούδα η μʹ, ὅς καὶ ἐποίησε τὰ θελήματα τοῦ. Κυρίου πάντα. Πατάξας δὲ καὶ τὸν Μελχὼ βασιλέα τῶν Σύρων, καὶ λαβών τὸν ἐπὶ τῆς κεφαλῆς αὐτοῦ στέφανον χρυσοῦν μέγαν, ἔχοντα λίθους τιμίους, ἐφόρεσεν αὐτὸν, καὶ ἦν ἐπὶ τῆς κεφαλῆς αὐτοῦ κόσμος εὐπρεπέστατος, ὅπερ δηλῶν ἔφη· Κφιε, ἐν τῃ δυνάμει σου εὐφρανθήσεται ὁ βασιλεὺς, καὶ τὰ λοιπά τοῦ ψαλμοῦ. Πρεσβύτερος οὖν καὶ πλήρης ἡμερῶν γενόμενος, καὶ βασιλεύσας τὸν υἱὸν αὐτοῦ Σολομῶντα, εἶπεν αὐτῷ· Καὶ νῦν, Σολομῶν, γνωθι τὸν Θεὸν τῶν πατέρων σου, καὶ δούλευε αὐτῷ ἐν καρδίᾳ τε λείᾳ καὶ ψυχῇ θελούσῃ· ὅτι καρδίας πάσας ἐτάζει Κύριος καὶ πᾶν ἐνθύμημα γνώσκει. Καὶ ἐὰν ζητήσῃς αὐτὸν, εὐρεθήσεταί σοι· καὶ ἐὰν καταλείψῃς αὐτὸν, καταλείψει σε εἰς τέλος.

---

Joel, Chronographia Compendiaria. Text: Open Greek Corpus, from the Calfa Patrologia Graeca OCR (GREgORI), CC BY 4.0. Changes: the text divided into reading sections by Interlinea.
License: CC BY 4.0 (https://creativecommons.org/licenses/by/4.0/). Source: https://opengreek.org/read/ogc003914.
