# Chronographia Compendiaria 125

Joel, Chronographia Compendiaria, 125. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/joel/chronographia-compendiaria/125
JSON: https://interlinea.aeterna-institute.org/api/v1/library/greek/joel/chronographia-compendiaria/125

μέσα οὖν Μαβλδ ἐβασίλευσε Σολομῶν ὁ υἱὸς αὐτοῦ ἔτημʹ. ὓ- τὴν πανθαύμαστον καὶ θεόδοτον καὶ ὑπὲρ ἄνθρωπον σοφίαν δεξάμενος, ᾠκοδόμησε τήν τε πόλιν καὶ τὸν ναὸν Κυρίου ἐν ἔτεσιν ἑπτὰ, μῆκος πήχεων ἔʹ, εὖρος πήχεων κʹ καὶ ὕψος πήχεων ρκʹ´διόροφος γὰρ ἦν, ὥς φησιν Ἰώσηπος. Τὸ δὲ ἄριστον τοῦ Σολομῶντος ἦν καθ´ ἡμέραν κόροι σεμιδάλεως λʹ. κόροι ἀλεύρου κεκοπανισμένου ξʹ, μόσχοι ἐκλεκτοὶ ἐ, βόες νομάδες κʹ καὶ πρόβατα ρʹ, ἐκτὸς ἐλάφων καὶ δορκάδων καὶ ὀρνίθων ἐκλεκτῶν καὶ σιτευτῶν. Ὁ δὲ κόρος ἐποίει μόδια λʹ. Ὁμοῦ γινόμενα μόδια βψʹ. Ἀπέθανε δὲ Σολομῶν ἐτῶν ογʹ, καὶ ἐτάφη μετὰ τοῦ πατρὸς αὐτοῦ. Ἐφ´ οὗ ἦν Ὅμηρος καὶ Ἡσίοδος. Μετὰ δὲ Σολομῶντα ἐβασίλευσε Ῥοβοὰμ ὁ υἱὸς αὐτοῦ ἔτη ιζʹ, ὃς τὸ πονηρὸν ἐποίησεν ἐνώπιον Κυρίου, ὡς ὁ πατὴρ αὐτοῦ, καὶ ἀπέθανεν ἐν ταῖς ἁμαρτίαις αὐτοῦ. Ἐφ´ οὗ Σουσακεὶμ βασιλεὺς Αἰ. γύπτου τὴν Ἱερουσαλὴμ ἑλών ἀφείλετο τὰ ἐν τῷ ναῳ καὶ τοῖς βασιλείοις χρήματα καὶ τὰ χρυσᾶ δόρατα καὶ τοὺς χρυσοῦς θυρεοὺς, ἀνθ´ ὧν ἐγένοντο χαλκοῖ. Μετὰ δὲ Ῥοβοὰμ ἐβασίλευσεν Ἀβίας ὁ υἱλς αὐτοῦ, καὶ ἐποίησε τὸ πονηρὸν ἐνώπιον Κυρίου, καὶ ἀπέθανεν βασιλεύσας ἔτη ϛʹ. Μετὰ δὲ Ἀβίαν ἐβασίλευσεν Ἀσὰ υἱὸς αὐτοῦ καὶ ἐποίησε τὸ πονηρὸν ἐνώπιον Κυρίου, καὶ ἀπέθανε βασιλεύσας ἔτη ιϛʹ. Μετὰ δὲ Ἀσὰ ἐβασίλευσεν Ἰωσαφὰτ υἱὸς αὐτοῦ, καὶ ἐποίησε τὸ εὐθὲς ἐνώπιον Κυρίου, καὶ ἐτελεύτησε βασιλεύσας ἔτη κεʹ. Μετὰ δὲ Ἰωσαφὰτ ἐβασίλευσεν Ἰωράμ υἱὸς αὐτοῦ, καὶ ἐποίησε τὸ πονηρὸν ἐνώπιον Κυρίου, καὶ ἀπέθανε δυσεντερικὸς, βασιλεύσας ἔτη ηʹ. Μετὰ δὲ Ἰωρὰμ ἐβασίλευσεν Ὁχοζίας υἱὸς αὐτοῦ ἔτος αʹ, καὶ ἐποίησε τὸ πονηρὸν, καὶ ἀνῃρέθη ὑπὸ Ἰηοῦ. Μετὰ δὲ Ὀχοζίαν ἐβασίλευσε Γοθολία μήτηρ αὐτοῦ ἕτη ϛʹ, καὶ ἀπέκτεινε πάντας τοὺς υἱοὺς Ὀχοζίου παρεκτὸς νηπίου ἑνὸς διασωθέντος παραδόξως ὑπὸ γυναικὸς Ἰωδαὲ τοῦ ἱερέως· ὃς καὶ αἰφνιδίως ἀνηγορεύθη βασιλεὺς ὑπὸ Ἰωδαὲ τοῦ ἱερέως, ὑπάρχων ἐτῶν ζʹ. Ἡ δὲ Γοθολία ἀπεκτάνθη ἐν οἴκῳ τοῦ Ρ ρασιλεως. Μετὰ οὖν Γοθολίαν ἑπταετὴς βασιλεύσας Ἰωὰς υἱὸς Ὀχοζίου ἔτη μʹ. ἐποίει τὸ εὐθὲς ἐνώπιον Κυρίου, εἶτα παρατραπεὶς ἐσφάγη ἐν τῷ οἴκῳ αὐτοῦ Ὅς καὶ ἀπέκτεινε Ζαχαρίαν τὸν προφήτην, τὸν υἱὸν τοῦ διδασκάλου αὐτοῦ. Ἐφ´ οὗ ἡ Σίβυλλα ἐγνωρίζετο. Μετὰ δὲ Ἰωὰς ἐβασίλευσεν Ἀμασίας υἱὸς αὐτοῦ ἔτη κθʹ,. καὶ ἐποίησε τὸ εὐθὲς ἐνώπιον Κυρίου· ἐσφάγη δὲ ἐν τῷ πολέμῳ,. Μετὰ δὲ Ἀμασίαν ἐβασίλευσεν Ὁζίας, ὁ καὶ Ἀζαρίας, υἱὸς αὐτοῦ ἔτη νθί, καὶ ἐποίησε τὸ εὐθὲς ἐνώπιον Κυρίου, καὶ εὐοδούμενος ἐπήρθη, καὶ δὴ θελήσας θυμιᾶσαι τῷ Θεῷ αὐτὸς ἀφ´ ἑαυτοῦ καὶ

---

Joel, Chronographia Compendiaria. Text: Open Greek Corpus, from the Calfa Patrologia Graeca OCR (GREgORI), CC BY 4.0. Changes: the text divided into reading sections by Interlinea.
License: CC BY 4.0 (https://creativecommons.org/licenses/by/4.0/). Source: https://opengreek.org/read/ogc003914.
