# Chronographia Compendiaria 127

Joel, Chronographia Compendiaria, 127. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/joel/chronographia-compendiaria/127
JSON: https://interlinea.aeterna-institute.org/api/v1/library/greek/joel/chronographia-compendiaria/127

αὐτοῦ ἤλθε πάλιν Ναβουχοδονόσορ, καὶ τὴν μὲν πόλιν πᾶσαν παραλαβὸν ἐνέπρησε, τὸν δὲ Σεδεκίαν χειρωσάμενος, τὴν μὲν γυναῖκα καὶ τὰ τέκνα αὐτοῦ κατ´ ὀφθαλμοὺς αὐτοῦ ἀνεῖλεν, αὐτὸν δὲ ἐκτυφλώσας καὶ δεσμοῖς καθείρξας εἰς Βαβυλῶνα αἰχμάλωτον ἀπήγαγεν. Μετὰ τὴν διαίρεσιν τῶν δέκα σκήπτρων ἐβασίλευσεν Ἰεροβοὰμ υἱὸς Ναβὰτ ἐκ φυλῆς Ἐφραΐμ, ὁ δοῦλος Σολομῶντος καὶ ἀποστάτης, ἔτη μΒʹ, καὶ ἐποίησε τὸ πονηρὸν ἐναντίον Κυρίου· διὸ καὶ ἐπάταξεν αὐτὸν ὁ Θεὸς, καὶ ἀπέθανεν ἐν ταῖς ἁμαρτίαις αὐτοῦ. Μετὰ δὲ Ἱεροβοάμ ἐβασίλευσε Ναβὰτ υἱὸς αὐτοῦ ἔτη βʹ, καὶ ἐποίησε τὸ πονηρὸν ἐνώπιον Κυρίου, καὶ ἐσφάγη ὑπὸ Βαασσά. Μετὰ δὲ Ναβὰτ ἐβασίλευσε Βαασσά ἔτη κδʹ, καὶ ἐποίησε τὸ πονηρὸν, καὶ ἐσφάγη ἐν πολέμῳ. Μετὰ δὲ Βαασὰ ἐβασίλευσεν Ἡλὰ υἱὸς αὐτοῦ ἔτη βʹ, καὶ ἐποίησε τὸ πονηρὸν, καὶ ἐσφάγη ὑπὸ Ζαμβρῆ. Μετὰ δὲ Ἡλὰ ἐβασίλευσε Ζαμβρῆ ἔτη ιᾔʹ, καὶ ἐποίησε τὸ πονηρὸν, καὶ ἐκαύθη ὑπὸ τῶν πολεμίων οἴκῳ προσφυγών, Μετὰ δὲ Ζαμβρῆ ἐβασίλευσεν Ἀχαὰβ υἱὸς αὐτοῦ ἔτη κθʹ, καὶ ἐποίησε τὸ πονηρὸν, καὶ ἐσφάγη, καὶ ἀπέθανεν ἐν ταῖς ἁμαρτίαις αὐτοῦ. Μετὰ δὲ Ἀχαὰβἐβασίλευσεν Ὁχοζίας υἱὸς αὐτοῦ ἔτη βʹ, καὶ ἐποίησε τὸ πονηρὸν, καὶ πεσὼν ἐκ τοῦ Μετὰ δὲ Ὀχοζίαν ἐβασίλευσεν Ἰωρὰμ ὁ ἀδελφὸς αὐτοῦ ἔτη βʹ, καὶ ἐποίησε τὸ πονηρὸν, καὶ ἐσφάγη ὕπὸ Ἰηοῦ. Ἐφ´ οὖ ἀνελήφθη ὁ μέγας Ἡλίας· ὁ δὲ Ἐλισσαῖος τὸ Ἰεριχούντιον ὕδωρ πικρὸν ὃν φύσωι καὶ δύσποτον ἰάσατο. Μετὰ δὲ Ἰωρὰμ ἐβασίλευσεν Ἰηοῦ υἱλς Ἀμεσίου ἔτη κηʹ, καὶ εἰσερχόμενος ἐν τῇ πόλει Σαμαρείας εἶδε προκόψασαν Ἰεζάβελ διὰ τῆς θυρίδος κεκαλλωπισμένην, καὶ προσέταξε τοῖς εὐνούχοις αὐτῆς κατακρημνίσαι αὐτὴν, ἡ κατεπατήθη ὑπὸ τῶν ἴππων καὶ κατεβρώθη ὑπὸ τῶν κυνῶν. Ἐπάταξε δὲ καὶ τοὺς υἱοὺς Ἀχαὰβ, καὶ μετὰ πανουργίας συναθροίσας πάντας τοὺς ἱερεῖς καὶ προφήτας τοῦ Βάαλ, πάντας ἀναιρεθῆναι προσέταξε, καὶ τὸν Βάαλ καὶ τὰ αὐτοῦ πάντα ἐνέπρησε. Πλήν οὐκ ἐφύλαξεν εἰς τέλος πορεύεσθαι ἐν νόμῳ Κυρίου, καὶ ἐσφάγη ἐν τῷ πολέμῳ. Μετὰ δὲ Ἰηοῦ ἐβασίλευσεν Ἰωάχαζ υἱὸς αὐοῦ ἔτη κζʹ, καὶ ἐποίησε τὸ πονηρὸν ἐνώπιον Κυρίου, καὶ ἀπέθανεν. Μετὰ δὲ Ἰωάχαζ ἐβασίλευσεν Ἰωὰς υἱὸς αὐτοῦ ἔτη ιδʹ, καὶ ἐποίησε τὸ πονηρὸν, καὶ ἀπέθανεν. Ἐφ´ οὖ Ἐλισσαῖος ἐτελεύτησε προφητεύσας αὐτοῦ τὴν προτέραν διὰ συμβόλων νίκην κατὰ Σύρων. Τοῦ δὲ προφήτου θαπτομένου ἐν τῷ μνημείῳ νεκρός τις ἐν τῷ αὐτῷ τάφῳ πλησιάσας τοῖς μακαρίοις ὀστέοις αὐτοῦ ἀνέστη.

---

Joel, Chronographia Compendiaria. Text: Open Greek Corpus, from the Calfa Patrologia Graeca OCR (GREgORI), CC BY 4.0. Changes: the text divided into reading sections by Interlinea.
License: CC BY 4.0 (https://creativecommons.org/licenses/by/4.0/). Source: https://opengreek.org/read/ogc003914.
