# Chronographia Compendiaria 134

Joel, Chronographia Compendiaria, 134. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/joel/chronographia-compendiaria/134
JSON: https://interlinea.aeterna-institute.org/api/v1/library/greek/joel/chronographia-compendiaria/134

ἄκαὶ ἐσφάγη ὑπὸ τοῦ στρατοῦ αὐτοῦ. Ἐφ´ οὗ Λαυρέντιος καὶ Κυπριανὸς ἐμαρτύρησαν. Μετὰ δὲ Μαξιμῖνον ἐβασίλευσε Πουπλιανὸς μῆνας Κῥ.καὶ ἐσφάγη ἐν πολέμῳ. μετὰ δὲ Πουπλιανὸν ἐβασίλευσε Ἰούνωρ μῆνας ϛʹ. Μετὰ δὲ Ἰουνωρα ἐβασίλευσε Γορδιανὸς υἱὸς αὐτοῦ ἔτη δʹ, καὶ ἐν πολέμῳ συμπεσὼν τῷ ἵππω ἀπέθανεν. Μετὰ δὲ Γορδιανὸν ἐβασίλευσε Φίλιππος ὁ τῆς ἁγίας Εὐγενίας πατὴρ ἔτη εʹ, ὃς καὶ τὴν Φιλιππούπολιν ἔκτισεν. Ἀνῃρέθη δὲ ἅμα τῷ υἱῷ ὑπὸ Δεκίου διὰ τὸ ὑπὲρ Χριστιανῶν ἀγωνίζεσθαι. Μετὰ δὲ φίλιππον ἐβασίλευσεν Ἰούνωρ υἱὸς Γορδιανοῦ ἔτη βʹ, καὶ ὑδεριάσας ἀπέθανεν. Ἐφ´ οὗ Σαβὔλλιος ὁ αἱρεσιάρχης ἐγνωρίζετο. Μετὰ δὲ Ἰουνωρα ἐβασίλευσε Μάρκος ἔτη γʹ. Μετὰ δὲ Μάοκον ἐβασίλευσεν Ἰουστινιανὸς ἔτη βκαὶ φλεβοτομηθεὶς, ἐπειδήπερ ἐξεχύθη τὸ αἰμα αὐτοῦ ἐν τῷ καθεύδειν, λιποθυμήσας ἀπέθανε. Μετὰ δὲ Ἰουστινιανὸν ἐβασίλευσε Φίλιππος ἔτη κςʹ, καὶ ἐσφάγη ἐν τῷ παλατίῳ, μετὰ δὲ Φίλιππον ἐβασίλευσεν Οὐαλεριανὸς ἔτος ἓν. καὶ ἐσφάγη ὑπὸ τοῦ λαοῦ αὐτοῦ. Μετὰ δὲ Οὐαλεριανὸν ἐβασίλευσε Γάλλος μῆνα αʹ, καὶ ἐσφάγη καθεύδων ὑπὸ τῆς ἰδίας γυναικός. Μετὰ δὲ Γάλλον ἐβασίλευσε Δέκιος ἔτος αʹ, καὶ ἐσφάγη ἐν τῷ πολέμῳ. Ἐφ´ οὗ καὶ Βαβύλας ὁ Ἀντιοχείας καὶ ἁλαβιανὸς Ῥώμης καὶ Ἀλέξανδρος Ἰεροσολύμων καὶ Διονύσιος Ἀλεξανδρείας ἐμαρτύρησαν, καὶ Ναυάτος τῆς Ἐκκλησίας ἀπέστη, καὶ Κελσαίος ὁ αἱρεσιάρχης ἐγνωρίζετο Μετὰ δὲ Δέκιον ἐβασίλευσεν Αἰμιλιανὸς ἔτος αʹ, καὶ ἐσφάγη ἐν τῷ παλατίῳ. Μετὰ δὲ Αἰμιλιανὸν ἐβασίλευσε Γαλλιανὸς ἔτη γ. καὶ ἐσφάγη ἐν πολέμῳ. Ἐφ´ οὗ Ἀρτέμιος καὶ Τυνέπων οἱ αἱρεσιάρχαι ἐγνωρίζοντο, καὶ Γρηγόριος ὁ Θαυματουργὸς ὁ καὶ μαθητὴς Ὡριγένους διέηρεπεν. Μετὰ δὲ Γαλλιανὸν ἐβασίλευσε Κλαύδιος ἔτη βʹ. Μετὰ δὲ Κλαύδιον ἐβασίλευσε Κυντιλιανὸς ἡμέρας ζʹ, Νετὰ δὲ Κυντιλιανὸν ἐβασίλευσεν Αὐρηλιανὸς ἴτη εʹ, καὶ ἐσφάγη ὑπὸ τοῦ κουβικουλαρίου. Ἐφ´ οὗ καὶ ὁ ἅγιος Χαρίτων ὡμολόγησε, καὶ Μάνης ὁ μιαρὸς καὶ τρισκατάρατος ἀνεφύη, Χριστὸν ἑαυτὸν καὶ Πνεῦμα ἅγιον ὁ δαιμονιώδης μορφαζόμενος Παῦλος δέ τις τῷ Μανέντι τούτῳ σύγχρονος γεγονὼς, τὸ γένος μὲν Σαμοσατεὺς, Ἀντιοχείας δὲ τῆς μεγάλης πρόεδρος, ψιλὸν ἄνθρωπον εἶναι τὸν Κύριον ἐδυσφήμησεν. Εἴτα Ἀπολλινάριός τις ἀνεφύη, πρόεδρος Λαοδικείας τῆς Συρίας, ὅς σάρκα μὲν ἐψυχωμένην ἵὺχῇ ζωτικῇ ἀνειληφέναι τὸν Κύριον ἔλεγεν, ἄνουν Οέ. Μεθ´ ὃν ἀναφαίνεταί τις Θεόδωρος, Μοψουεστίας ὄεως ἐν Κιλικίᾳ τὴν ἡγεμονίαν λαχών, ὃς ἔνα

---

Joel, Chronographia Compendiaria. Text: Open Greek Corpus, from the Calfa Patrologia Graeca OCR (GREgORI), CC BY 4.0. Changes: the text divided into reading sections by Interlinea.
License: CC BY 4.0 (https://creativecommons.org/licenses/by/4.0/). Source: https://opengreek.org/read/ogc003914.
