# Chronographia Compendiaria 136

Joel, Chronographia Compendiaria, 136. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/joel/chronographia-compendiaria/136
JSON: https://interlinea.aeterna-institute.org/api/v1/library/greek/joel/chronographia-compendiaria/136

ιὸν χαρακτῆρα τῆς ἀνθρωπίνης αὐτοῦ μορφῆς ἀφανισθῆναι καὶ δεινῶς κατασαπῆναι, καὶ τοσαύτην Κδνσωδίαν ἐκπέμπειν ὡς μηδὲν τῶν ἐν τάφοις κειμένων νεκρῶν διαφέρειν· ἐν τούτοις οὖν ὁ ἀλιτήριος Κἰταζόμενος τοιάδε ἔφη· Οἴμοι τῷ ἐλεεινῷ καὶ θρήνων ἀξίῳ! ὁποίαν τῶν εἰς Χριστιανοὺς τετολμημένων ὑπέχω τιμωρίαν! Καὶ ταῦτα μετὰ πολλῆς δδύνης εἰπὼν ἀπέθανεν. Κωνσταντίου δὲ τοῦ ἐπικληθέντος Χλωροῦ διὰ τὴν τοῦ προσώπου ὡχρότητα τελευτήσαντος, ὁ υἱὸς αὐτοῦ Κωνσταντῖνος, ὃς ἐξ Ἑλένης αὐτῷ ἐγεννήθη περί τὴν τῆς Δακίας πόλιν, τὴν ἀρχὴν διεδέξατο. Ἀσαύτως, καὶ Σεβήρου τεθνηκότος, Λικίννιος ὁ γαμβρὸς Κωνσταντίνου ἀντεισάγεται. Τοῦ οὖν Κωνσταντίνου βαπτισθέντος καὶ τὴν παράδοξον ἐκείνην ἀπαλλαγὴν τῆς κατεχούσης νόσου εὑρηκότος, αὐτίκα καὶ ἡ μήτηρ αὐτοῦ Ἑλένη καὶ οἱ τούτου συγγενεῖς τε καὶ φίλοι βαπτίζονται. Εἶτα ἀκούσας τὰ ὑπο Μαξεντίου ἐν Ῥώμῃ χαλεπά τε καὶ ἄτοπα γενόμενα, καὶ πρεσβείαν ἐκ τῶν Ῥωμαίων δεξάμενος, ἐστράτευσε κατ´ αὐτοῦ, προηγούμενον τῆς αὐτοῦ στρατιᾶς τὸ ἐν οὐρανῷ ὑποδειχθὲν αὐτῷ σημεῖον τοῦ σταυροῦ ἐπιφερόμενος, δι´ οὕ καὶ ἐτροπώσατο Μαξέντιον. Καὶ οὕτως ἐπὶ Ῥώμην ἐλαύνει, καὶ πάντες αὐτὸν ἄμα γυναιξὶ καὶ νηπίοις καὶ παντὶ τῷ δήμῳ Ῥωμαίων μετ´ εὐφημίας καὶ ἀπλήστου χαρᾶς ὑποδέχονται. Μετὰ δὲ Μαξέντιον ἐβασίλευσε Κωνσταντῖνος ὁ ὡῖέγας καὶ πρῶτος ἐν βασιλεῦσι Χριστιανικώτατος ἕτη λῤʹ, ὃς τὴν εὐσέβειαν καὶ ὀρθοδοξίαν διὰ πάντων ἐκράτυνεν. Ἐν δὲ τῷ κε´ ἔτει τῆς αὐτοῦ βασιλείας συνεκροτήθη. ἡ ἐν Νικαίᾳ σύνοδος τῶν τιη´ πατέρων θοοφόρων κατὰ Ἀρείου τοῦ ματαιόφρονος. Ἐτελεύτησε δὲ ἡ μὲν μήτηρ αὐτοῦ ἐτῶν πʹ, καὶ ἐτάφη παρ´ αὐτοῦ ἐν τῷ ναῷ τῶν Ἀγίων Ἀποστόλων. Αὐτοῦ δὲ ἐν Νικομηδείᾳ τελευτήσαντος ἐτῶν βιʹ, οἱ τρεῖς υἱοὶ αὐτοῦ ἐκράτησαν, τῆς μὲν Ἀνασαλῆς Κωνστάντιος, τῆς δὲ Δύσεως Κωνσταντῖνος καὶ Κώνστας, ὃς, τὸν ἀδελφὸν αὐτοῦ Κωνσταντῖνον φούσας καὶ βασιλεύσας μόνος ἔτη ιϛʹ, ἐσφάγη καὶ αὐτὸς ὑπὸ τοῦ δήμου. Μετὰ δὲ Κωνσταντῖνον τὸν Μέγαν ἐβασίλευσε Κωνστάντιος υἱὸς αὐτοῦ ἔτη ιαʹ, ὃς, μετὰ τὴν τοῦ τετρὸς τελευτὴν εἰ, τὸ Ἀρειανικὸν φρόνημα παρασυρείς, ἐβίαζε τὸν θεῖον Ἀλέξανδρον δέξασθαι τὸν Ἄροιον εἰς κοινωνίαν. Τοῦ δὲ μὴ ἀνεχομένου, ἀλλὰ τὸν Θεὸν σὺν δάκρυσιν ἱκετεύοντος, αἰσχίστῳ μόρῳ τὸν βίον κατέστρεψεν ὀ τρισάθλιος. ἄετὰ δὲ Κωνστάντιον ἐβασίλευσεν Ἰουλιανὸς ἔτὴ] βʹ· Καῖσαρ δὲ ἐγένετο ἔτη δʹ καὶ μῆνας ϛʹ· ὃς, πολλὰ κακὰ κατὰ Χριστιανῶν ἐνδειξάμενος, ἐν Περσίδι ὑπὸ τῆς θείας δίκης ἀναιρεῖται, ἐτῶν ὤν λʹ. ετὰ δὲ Ἰουλιανὸν ἐβασίλευσεν Ἰοβινιανὸς μῆνας ὅς, ὑπὸ τοῦ στρατοῦ κατασχεθείς εἰς τὸ τά τῆς βασιλείας ὑποδέξασθαι σύμβολα, λέγεται πρὸς τὸ

---

Joel, Chronographia Compendiaria. Text: Open Greek Corpus, from the Calfa Patrologia Graeca OCR (GREgORI), CC BY 4.0. Changes: the text divided into reading sections by Interlinea.
License: CC BY 4.0 (https://creativecommons.org/licenses/by/4.0/). Source: https://opengreek.org/read/ogc003914.
