# Chronographia Compendiaria 139

Joel, Chronographia Compendiaria, 139. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/joel/chronographia-compendiaria/139
JSON: https://interlinea.aeterna-institute.org/api/v1/library/greek/joel/chronographia-compendiaria/139

Ἑβραΐδι καὶ παρθένῳ ἱερῶς φυλαττομένη, καὶ ἐν Κωνσταντινουπόλει διακομισθεισα, ἐν Βλαχέρναις ἀπετέθη· ἔνθα ὁ βασιλεὺς ναὸν ᾠκοδόμησε τῆς Θεομήτορος, καὶ σορὸν ἐκ χρυσοῦ καὶ ἀργύρου κατασκευάσας κατέθετο ταύτην, ἥτις ἐξ ἐρίων εὐφθάρτων ἐξυφασμένη καὶ στημόνων ὁμοιοειδῶν καὶ ὁμοχρόων ἀδιάφθαρτός ἐστι καὶ ἀδιάλυτος μέχρι τοῦ νῦν, τῆς Ἀειπαρθένου τὸ θαῦμα σαφῶς κηρύττουσα. Ὁ δέ γε βασιλεὺς Λέων δυσεντεριάσας ἀπέθανε. Μετὰ δὲ Λέοντα ἐβασίλευσε Λέων ὁ μικρὸς ὁ ἔκγονος αὐτοῦ, ὁ ἀπὸ Ζήνωνος καὶ Ἀριάδνης, ἔτος ἕν. Μετὰ δὲ Λέοντα τὸν μικρὸν ἐβασίλευσε Ζήνων ὁ Ἴσαυρος καὶ πατὴρ αὐτοῦ ἔτη ιαʹ, καὶ ἀπέθανε δυαεντεριάσας. Ὃς, ἅμα τῷ βασιλεῦσαι ἐπιβουλευθεὶς παρὰ Βηρίνης τῆς πενθερᾶς αὐτοῦ, γυναικὸς Λέοντος τοῦ Μεγάλου, ὡς παρὰ γνώμην αὐτῆς βασιλεύσας, προσέφυγε τῇ ἰδίᾳ πατρίδι. Ἰ δὲ Βηρῖνα ἔστεψε Βασιλίσκον τὸν ἀδελφὸν αὐτῆς. Μετὰ δὲ ταῦτα Ζήνων ὑποστρέψας ἐν Κωνσταντινουπόλει, καὶ τοῦτον χειριωσάμένος, τῇ ἐκκλησίᾳ προσφυγόντα ἅμα γυναικὶ καὶ τέκνοις ἐξώρισεν ἐν τῷ φρουρίῳ Καππαδοκίας, ἐν ᾧ βληθέντες ἐν πύργῳ τῆς θύρας ἀναφραγείσης ἐτελεύτησαν. Ἐφ´ ὡς καὶ Μαρτύριος ὁ Ἀντιοχείας διὰ τὴν τοῦ Ζήνωνος περὶ τὴν ὀρθόδοξον πίστιν διαστροφὴν ἀποταξάμενος τῇ ἐπισκοπῇ ἀνεχώρησεν, ὡς ἀναχωρήσαντος Πέτρος ὁ Κναφεὺς τυραννικῶς τῷ θρόνῳ ἐπεπήδησεν· ὅστις Μαρτύριος πρῶτος ἐπενόησε τὸ μύρον ἐν τῇ ἐκκλησίᾳ ἐπὶ παντὸς τοῦ λαοῦ ἁγιάζεσθαι, καὶ ἐν ἑκάστῃ εὐχῇ τὴν Θεοτόκον ὀνομάζεσθαι, καὶ ἐν πάσῃ συνάξει τὸ σύμβολον τῆς πίστεως λέγεσθαι, πρότερον μὴ λεγόμενον εἰ μὴ ἅπαξ τοῦ ἐνιαυτοῦ ἐν τῇ μεγάλῃ Παρασκευῇ. Καὶ Βαρνάβα τοῦ ἀποστόλου τὸ λείψανον εὐρέθη ὑπὸ δένδρον κερασίαν, ἔχον ἐπὶ στήθους τὸ κατὰ ατα θαῖον Εὐαγγέλιον ἰδιόγραφον τοῦ Βαρνάβα. Ἐξ ἡς προφάσεως παραγεγόνασι Κύποιοι τοῦ μὴ τελεῖν ὑπὸ Ἀντιόχειαν τὴν κατ´ αὐτοὺς μητρόπολιν. Ὃπερί Εὐαγγέλιον ἀποτεθὲν παρὰ Ζήνωνος ἐν τῷ παλατίῳ εἰς τὸν ναὸν τοῦ Ἀγίου Στεφάνου ἀναγινώσκεται κατ´ ἐνιαυτὸν τῇ ἁγίᾳ μεγάλῃ Πέμπτῃ. Μετὰ δὲ Ζήνωνα ἐβασίλευσεν Ἀναστάσιος ὁ Δκορος ἀπὸ σελεντίων, τῶν Ἀκεφάλων καὶ αὐτὸς ὤν, ν ἔτη ιγʹ· ὅς εἶδε καθ´ ὕπνους φοβερόν τινα τῇ χειρὶ κατέχοντα κωόικα γεγραμμένον καὶ λέγοντα αὐτῳ· Ἰδού διὰ τὴν ἀπιστίαν σου ἀπαλείφω τῆς σῆς ζυῆς ἔτη ιδʹ. Καὶ βροντῶν καὶ ἀστραπῶν παρὰ τὸ παλάτιον γενομένων, καὶ τοῦ βασιλέως μονωτάτου καταλειφθέντος καὶ ἀπὸ τόπου εἰς τόπον φεύγοντος, ἐν ἑνὶ τῶν κοιτωνίστωνατον δὲ ἐλέγετο κατέλαβεν αὐτὸν ἡ ὀργὴ, ὥστε αἰφνίδιον εὐρεθῆναι νεκρόν. Φασὶ δὲ μετὰ τὸ ταφῆναι μεθ´ ἡμέρας βοᾷν· ἐλεήσατε με, καὶ ἀνοίξατει Τῶν μνημοναρίων δὲ εἰπόντων, Ἄλλος βασιλεῦσι, εἰπεῖν, Οὐδέν μοι μέλει· εἰς μοναστήριον ἀπαγάγετέ με, καὶ ποιήσατε μοναχόν. Οἱ δὲ εἴασαν αὐτόν. Μετ´ ὡς πολὺ δὲ τοῦ μνήματος ἀνοιγέντος εὐρέθη φαγὼν τοὺς βραχίονας αὐτοῦ καὶ τὰ καλήγια, ἅπερ ἐπεδεδυτο.

---

Joel, Chronographia Compendiaria. Text: Open Greek Corpus, from the Calfa Patrologia Graeca OCR (GREgORI), CC BY 4.0. Changes: the text divided into reading sections by Interlinea.
License: CC BY 4.0 (https://creativecommons.org/licenses/by/4.0/). Source: https://opengreek.org/read/ogc003914.
