# Chronographia Compendiaria 141

Joel, Chronographia Compendiaria, 141. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/joel/chronographia-compendiaria/141
JSON: https://interlinea.aeterna-institute.org/api/v1/library/greek/joel/chronographia-compendiaria/141

παδόκης καὶ τύραννος ἔτη ηʹ. Ὁ δὲ γαμβρὸς αὐτοῦ Πρίσκος, μὴ φέρων ὁρᾷν τοὺς ἀδίκους φόνους καὶ τὰ ὑπ´ αὐτοῦ γινόμενα δεινὰ, γράφει Ἡρακλείῳ στρατηγῷ ὄντι τότε ἐν Ἀφρικῇ, ὅπως ἀνέλθῃ μετὰ στόλου κατὰ τοῦ τυράννου· οὗ ἀνελθόντος καὶ πολέμου κροτηθέντος ἡττᾶται Φωκᾶς ὁ ἀλιτήριος, καὶ κατασχεθεὶς καὶ τὰς χεῖρας καὶ τοὺς πόδας καὶ τοὺς ὤμους ἀκρωτηριασθεὶς καὶ τὰ αἰδοῖα ἐκτμηθεὶς καὶ κοντῷ ἀναρτηθεὶς, εἶτα καὶ τὴν κεφαλὴν ἀποτμηθεὶς, τὸ λοιπόν αὐτοῦ σῶμα ἐν τῇ τοῦ Βοῦς λεγομένῃ ἀγορᾷ πυρὶ παρεδόθη. Μετὰ δὲ Φωκᾶν ἐβασίλευσεν Ἡράκλειος ἔτη λʹ, ὃν Σέργιος ἔστεψεν ἐν τῷ ναῷ τοῦ Ἀγίου Στεφάνου ἐν τῷ παλατίῳ. Ἐστέφθη δὲ ἅμα αὐτῷ ἡ μεμνηστευμένη αὐτῷ Εὐδοκία Αὐγούστα τοῖς στεφάνοις τοῦ Κγάμου, ὁμοῦ αὐτοκράτορες καὶ νυμφίοι ἀναδειχθέντες. Ἐφ´ οὗ καὶ Χοσρόης ὁ Πέρσης ἐπόρθησε τὰ Ἰεροσόλυμα, καὶ τοὺς σεβασμίους τόπους ἐνέπρησε, καὶ πλῆθος λαῶν ᾐχμαλώτευσε σὺν τῷ πατριάρχῃ Ζαχαρίᾳ καὶ τοῖς τιμίοις ξύλοις, καὶ εἰς Περσίδα ἀνήγαγε. Τοῦ δὲ Χοσρόου μετὰ χρόνους ἀναιρεθέν. τος, πάλιν ἡ αἰχμαλωσία ἀνεκλήθη καὶ ὁ ζωοποιὸς σταυρὸς τοῖς ἰδίοις τόποις ἀποκατέστη. Οὗτος οὖν ὕστερον ὑπ´ Ἀθανασίου πατριάρχου τῶν Ἰακωβιτῶν καὶ Σεργίου Κωνσταντινουπόλεως τοῦ Σύρου ἀπατηθεὶς εἰς τὴν τῶν Μονοθελητῶν αἵρεσιν ἐξεκυλίσθη, καὶ δὴ νόσῳ ὑδερικῇ περιπεσὼν καὶ δεινῶς τιμωρηθεὶς τέθνηκεν. Μετὰ δὲ Ἡράκλειον ἐβασίλευσε Κωνσταντῖνος ὁ υἱὸς αὐτοῦ ἔτος αʹ, ὃς φαρμάκῳ ὑπὸ τῆς ἰδίας μητρυιᾶς Μαρτίνης ἀναιρεῖται. Μετὰ δὲ Κωνσταντῖνον ἐβασίλευσεν Ἡρακλωνᾶς Κἅμα Μαρτίνῃ μητρὶ αὐτοῦ μῆνας δʹ, ὃν ἡ σύγκλητος ἀπώσατο ῥινοκοπήσασα αὐτὸν τήν τε Μαρτῖναν Κγλωσσοτομήσασα καὶ ἀμφοτέρους ἐξορίσασα· Μετὰ δὲ Ἡρακλωνᾶν ἐβασίλευσε Κώνστας υἱὸς Κωνσταντίνου, ἔκγονος δὲ Ἡρακλείου, ἔτη κζʹ, ὃς, Μαρτῖνον τὸν ἁγιώτατον πάππαν Ῥώμης ἀγαγὼν ἀτίμως ἐν Κωνσταντινουπόλει διὰ τὸ ἐλέγχεσθαι ὑπ´ αὐτοῦ τὸ μονοθέλητον αὐτοῦ δόγμα, ἐξώρισεν ἐν Χερσῶνι, καὶ Μαξίμου τοῦ ὁμολογητοῦ τὴν γλῶτταν καὶ τὴν δεξιάν ἀπέτεμε χεῖρα, καὶ πολλοὺς ἑτέρους τῶν ὀρθοδόξων αἰκίαις καὶ δημεύσεσι καὶ ἐξορίαις κατεδίκασε διὰ τὴν αὐτὴν αἰτίαν. Εἰτα, καταλιπὼν τὴν Κωνσταντινούπολιν διὰ τὸ μισηθῆναι ὑπὸ τῶν Βυζαντίων σφοῦρῶς, μετέστη ἐν Συρακούσαις τῆς Σικελίας, ἔνθα ἐν βαλανείῳ σμηχόμενος μετὰ κάδου παρὰ Ἀνδρέου τινὸς κατὰ κορυφῆς λαβών ἐτεθνήκει. Μετὰ δὲ Κώνσταν ἐβασίλευσε Κωνσταντῖνος υἱὸς αὐτοῦ ἔτη ιζʹ, ὃς καὶ Γερμανὸν τὸν γενόμενον πατριάρχην εὐνούχισεν, ἀνελὼν τὸν αὐτοῦ πατέρα. Ἐκλήθη δὲ Πωγωνάτος διὰ τὸ ἀγένειον ἀπελθεῖν εἰς Σικελίαν ἐπὶ τὴν τοῦ πατρὸς ἐκδίκησιν καὶ ἐπανελθεῖν μετὰ πώγωνος, Τοὺς δὲ δύο ἀδελφοὺς αὐτου Ἡράκλειον καὶ Τιβέριον ἐῤῥινοτόμησεν ὡς ὑπὸ τοῦ λαοῦ ἀναγορευομένους, αὐτοῦ τοῦτο μὴ θέλοντος·

---

Joel, Chronographia Compendiaria. Text: Open Greek Corpus, from the Calfa Patrologia Graeca OCR (GREgORI), CC BY 4.0. Changes: the text divided into reading sections by Interlinea.
License: CC BY 4.0 (https://creativecommons.org/licenses/by/4.0/). Source: https://opengreek.org/read/ogc003914.
