# Chronographia Compendiaria 149

Joel, Chronographia Compendiaria, 149. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/joel/chronographia-compendiaria/149
JSON: https://interlinea.aeterna-institute.org/api/v1/library/greek/joel/chronographia-compendiaria/149

δάπτεται δὲ ἐν αὐτῇ τῇ παρ´ αὐτοῦ νεουργηθείσῃ τῆς Περιῶλεπτου μονῇ κατ´ αὐτὴν τὴν Ἀμὰν μεγάλην παρασκευήν. Ζωὴ δέ, τὸν Παφλαγόνα Μιχαήλ ἐπὶ τὸν βασίλειον ἱδρύσασα θρόνον, ᾠήθη μὲν ἀντὶ ἀνδρὸς καὶ βασιλέως δοῦλον καὶ διάκονον ἕξειν· ἀπέβη δὲ ταύτῃ πάντα εἰς τοὐναντίον. Ὁ δὲ βασιλεὺς, δαίμονι ληφθεὶς καὶ ὑπὸ τούτου κατατεινόμενος, καὶ πάντα ποιῶν ὥστε ἐλευθερίαν τούτου εὐρεῖν, οὐδὲν, ὤνησεν· μᾶλλον γὰρ ἐπετείνετο τὸ κακὸν συνεπιλαμβανομένης καὶ νόσου ὑδερικῆς. Τῇ οὐν κατεχούσῃ νόσῳ ἐκτρυχωθείς καὶ πάντοθεν τῆς οἰκείας ἀπογνοὺς σωτηρίας, ἀποκείρεται παρὰ τοῦ μοναχοῦ Κοσμᾶ τοῦ Τζιντζιλουκίου, ὃς διὰ παντὸς συνῆν αὐτῷ καὶ ἐνουθέτει τὰ δέοντα, καὶ θνήσκει ἐν μετανοίᾳ καὶ ἐξομολογήσει, τὴν εἰς τὸν βασιλέα Ῥωμανὸν ἁμαρτίαν ἀποκλαιόμενος, βασιλεύσας ἔτη ζʹκαὶ μῆνας ηʹ. Τοῦ δὲ Παφλαγόνος Μιχαὴλ θανόντος τὸ πᾶν κράτος περιέστη εἰς κληρονόμον τὴν βασιλίδα Ζωὴν, ἢ τὸν τοῦ βασιλέως ἀνεψιὸν καὶ ὁμώνυ μον, Καίσαρα Κύτα καὶ δραστήριον δοκοῦντα καὶ περὶ τὰ πράγματα δεξιὸν, ὅρκοις πρότερον φρικωδεστάτοις καταλοβοῦσα ὡς κυρίαν αὐτὴν ἕξει διὰ βίου καὶ δέσποιναν καὶ μητέρα, τἰσποιητὸν προσλαμβάνει υἱὸν καὶ βασιλέα Ῥωμαίων ἀναγορεύει· ὀς τὰς πρὸς αὐτὴν ἀθετήσας συνθήκας, καὶ διὰ τοῦτο μισηθεὶς παρά παντὸς τοῦ πλήθους τῆς πόλεως, καὶ τὴν τοῦ δήμου ἀκατάσχετον δειλιάσας κίνησιν, φυγὰς ᾤχετο εἰς τὴν τοῦ Στουδίου μονὴν, καὶ εὐθὺς τὸ μοναχικὸν περιβάλλεται σχῆμα. Ἀλλ´ οὐκ ἀπέδρα· τὸ γὰρ πλῆθος τοῦ λαοῦ, κινηθὲν καὶ τοῦτον τῆς μόνης ἀφαρπάσαν, ἄγουσι κατὰ τὸν τόπον τὸν λεγόμενον Σίγμα, καὶ εὐθὺς ἐκτυφλοῦσι. Τυφλωθεὶς οὖν ἐξορίζεται εἰς τὴν μονὴν τῶν Ἐλεγμῶν, βασιλεύσας μῆνας δ´ καὶ ἡμέρας εʹ. Τῆς οὖν ἀρχῆς πάλιν εἰς τὴν Ζωὴν μετακυλισθείσης συμβασιλεύουσαν ἔχουσαν καὶ τὴν ἀδελφὴν Θεοδώραν, μεταστέλλεται ἀπὸ τῆς ἐξορίας Κωνσταντῖνος ὁ Μονομάχος, ᾧ καὶ συνάπτεται εἰς κοινωνίαν γάμου ἡ βασιλὶς, τῆς ἱερολογίας γενομένης παρὰ τοῦ πρώτου τῶν πρεσβυτέρων τῆς Νέας. Στέφεται δὲ τῇ ἐπαύριον παρὰ τοῦ πατριάρχου Ἀλεξίου, ὃς ἐπὶ τῆς τούτου βασιλείας θνήσκει, Ἀνάγεται δὲ εἰς τὸν θρόνον Μιχαὴλ ὁ Κηρουλάριος, κατὰ τὴν ἡμέραν τοῦ Εὐαγγελισμοῦ. Ὁ δὲ βασιλεύς, τῇ συνήθει νόσῳ τῆς ποδαλγίας κατάσχετος γεγονὼς, ἐπακολουθήσαντος καὶ ἑτέρου συμπτώματος, ἐν τῇ παρ´ αὐτοῦ νεουργηθείσῃ μονῇ τῶν Μαγγάνων κείμενος θνήσκει, καὶ ἐν αὐτῇ θάπτεται βασιλεύσας ἔτη ιγʹ, καὶ τῆς Ζωῆς ἤδη προτελευτησάσης. Τούτου δὲ τελευτήσαντος, Θεοῦώρα ἡ Πορφυρογέννητος τὴν προγονικὴν βασιλείαν ἀναδέχεται, καὶ ἔτη βʹ καὶ μῆνας ζ βασιλεύσασα, εἰλεοῦ νοσήματι περι πεσοῦσα θνήσκει. Οἱ δὲ ταύτης εὐνοῦχοι σὺν τῷ συγκέλλῳ Λέοντι, ἔτι ταύτης ψυχοῤῥαγούσης, ἀνάγουσιν εἰς τὸν βασίλειον θρόνον Μιχαὴλ πατρίκι ν τὸν Στρατωνικὸν,

---

Joel, Chronographia Compendiaria. Text: Open Greek Corpus, from the Calfa Patrologia Graeca OCR (GREgORI), CC BY 4.0. Changes: the text divided into reading sections by Interlinea.
License: CC BY 4.0 (https://creativecommons.org/licenses/by/4.0/). Source: https://opengreek.org/read/ogc003914.
