# Chronographia Compendiaria 150

Joel, Chronographia Compendiaria, 150. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/joel/chronographia-compendiaria/150
JSON: https://interlinea.aeterna-institute.org/api/v1/library/greek/joel/chronographia-compendiaria/150

καὶ ἔτι αʹ βασιλεύσας καὶ ἄκων τῆς βασιλείας τῷ Κομνηνῷ ὑπεξίσταται, Ὁ οὖν Κομνηνὸς Ἰσαάκιος τὴν βασιλείαν ἀναζωσάμενος αὐτίκα τῷ βασιλικῷ νομίσματι ξιφηφόρος διαχαράττεται, οἴα μὴ τῷ Θεῷ τὸ πᾶν ἐπιγράφων, ἀλλὰ τῇ ἰδίᾳ ἰσχύι καὶ τῆ περὶ πολέμους ἐμπειρίᾳ. Ὥγαγε δὲ καὶ τὴν ἑαυτοῦ γυναῖκα Αἰκατερῖναν ἐκ τῆς Ἀνατολῆς, καὶ ταύτην ἀνηγόρευσεν Ἐπεὶ δὲ καὶ ὁ πατριάρχης Μιχαὴλ ὁ Κηρουλάριος ἀπεβίω, προχειρίζεται ἀντ´ αὐτοῦ πατριάρχης ὁ λεικούδης Κωνσταντῖνος. Ὁ δὲ βασιλεὺς, εἰς κυν ἡγμον ἐξελθὼν καὶ φωτὶ ἀστραπηβόλῳ βληθεὶς, τοῦ πτου τε ἀπεσφαιρίσθη καὶ πρὸς τῇ γῇ ἀφρίζων ἐκυλ ἵετο, Γνωσιμαχήσας οὖν ἐφ´ ἡμέρας τινὰς, εἴ πως ἀνεθείη τῆς νόσου, ἐπείπερ ἔγνω κατ´ ἄκρας ταύτῃ ἁλοὺς, τὴν βασιλείαν ἀποθέμενος, τὴν τοῦ ἵεονδίου καταλαμβάνει μονὴν καὶ τὸν μοναχικὸν ἀσπάζεται βίον, πολλὰ καὶ τῆς Αὐγούστης Αἰκατερίνης συμβαλλομένης αὐτῷ πρὸς τὸ προκείμενον, ῥασιλεύσας μὲν ἔτη βʹ καὶ μῆνας γʹ. ἐπιζήσας δὲ τούτων ἐλάττονα τῷ μοναχικῷ, πᾶσαν ὑπακοὴν πρὸς τὸν ἐν τῇ μονῇ ἡγεμονεύοντα ἐνδεικνύμενος, ὡς καὶ θυρωρὸς γενέσθαι καὶ ταῖς ἄλλαις ὑπηρετὸσαι διακονίαις διὰ πολλὴν μετριοφροσύνην καταδεξάμενος. Προχειρίζεται δὲ ἀντ´ αὐτοῦ εἰς βασιλέα Κωνσταντῖνον τὸν Δοῦκαν. Μετὰ δὲ τὸν Κομνηνὸν Κωνσταντῖνος ὁ Δουκᾶς ἀναιμωτὶ δίχα πραγμάτων καὶ ταραχῆς τῶν σκήπτρων ἐπιλαμβάνεται. Τοῦ δὲ πατριάρχου Κωνσταντίνου τοῦ Λεικούδη θανόντος, Ἰωάννης μοναχὸς ὁ ἐπίκλην Ξιφιλῖνος προχειρίζεται. Τῷ δὲ βασιλεῖ νόνος ἐνσκήψασα οὐ μικρῶς αὐτὸν κατέτρυχεν. Ὡς δέ ἔγνω ἤδη τέλεον τῇ νόσῳ κατεργασθεὶς, τοὺς ἐξ Εὐδοκίας τῆς βασιλίσσης αὐτοῦ τρεῖς παῖδας Μιχαὴλ, Ἀνδρόνικον καὶ Κωνσταντῖνον, ἐξ ὧν Πορφυρογέν· νητος ἦν ὁ Κωνσταντῖνος, πάντας βασιλεῖς ἀνηγόρευσε, Καίσαρα δὲ τὸν αὐτοῦ ἀελφὸν Ἰωάννην. Ἦσαν δὲ αὐτῷ καὶ θυγατέρες τοεῖς, Ἅννα τε καὶ βεοδώρα, καὶ Ζωή. Μέλλων δὲ τελευτᾷν, ἔγγραφον ἀπῄτησεν ἐκ πάντων ὡς οὐκ ἄν ποτε παρὰ τοὺς αὐτοῦ παῖδας βασιλέα ἕτερον δέξαιντο· ἐν ᾧ καθυπέγραψαν ἅπαντες. Ἀλλὰ μὴν καὶ ἡ βασιλὶς Εὐδοκία, ὡς οὐκ ἄν οὐδὲ αὐτὴ πρὸς δεύτερον ἐλεύσεται υνοικέσιον. Ὃ καὶ ἀπαρτισθὲν τῷ πατριάρχῃ φυλάττειν δεδώκασι. Τελευτᾷ οὖν ὁ βασιλεὺς ἐτῶν ων ξʹ καὶ μικρόν τι τρὸς, βασιλεύσας χρόνους ζʹ καὶ ἥμισυν, ταφεὶς εἰς τὸ Μολιβωτόν Κατέσχον οὐν τὰ σκῆπτρα τῆς βασιλείας ἢ τε ύζυγος αὐτοῦ Εὐδοκία καὶ οἱ παῖδες. Σὺν τούτοις οῦν μῆνας ζ´ καὶ μικρόν τι πρὸς βασιλεύσασα, ἀνάγει τὸν Ῥωμανὸν Διογένην εἰς τὰ βασίλεια, καὶ τούτῳ προσζεύγνυται, καὶ βασιλέα εὐθὺς ἀναΤὴν οὖν βασιλείαν ὁ Διογένης λαβὼν. εἶθ´ ὕστεἴον ἐπιβουλευθεὶς παρὰ τῶν οἰκείων ἐκτυφλοῦται,, καὶ οὕτως θνήσκει, καὶ ἐν τῇ νήσῳ Πρώτῃ θάπτεται, βασιλεύσας ἔτη γʹ καὶ μῆνας ηʹ. Διεδέξατο τὴν βασιλείαν ὁ τοῦ Δούκα υἱὸς Μιχαήλ ὅλεγόμενος Παραπνάκης. Τοῦ δὲ πατριάρχου Ἰωάνου τοῦ ἕιφιλίνου κοιμηθέντος, ὁ βνσιλεὺς ἕτερόν

---

Joel, Chronographia Compendiaria. Text: Open Greek Corpus, from the Calfa Patrologia Graeca OCR (GREgORI), CC BY 4.0. Changes: the text divided into reading sections by Interlinea.
License: CC BY 4.0 (https://creativecommons.org/licenses/by/4.0/). Source: https://opengreek.org/read/ogc003914.
