# Βασιλεῖαι 507

Josephus Genesius, Βασιλεῖαι, 507. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/josephus-genesius/text/507
JSON: https://interlinea.aeterna-institute.org/api/v1/library/greek/josephus-genesius/text/507

συμβολῆς καθεστώσης ἀνὰ κράτος ἡττᾶται τὸ Ῥωμαϊκόν στράτευμα, ὡς ἔοικεν ἐτέρως τῆς ἄνω. Προνοίας μελλούσης τὰ καθ´ ἡμᾶς διεξάγειν, καταλήψεως λόγῳ ἐν κρείττονι. Ἀλλ´ ὅθεν διέστημεν, αὖθις νῦν ἐπανίωμεν ἐΡ, Ἀναῤῥηθεὶς δὴ δημοσίᾳ Λέων ὅ βασιλεὺς Θω μᾶν τὸν ἕαυτοῦ ἡλικιώτην τουρμάρχην εἰς φοιδεράτους ἐπέστησεν, καὶ Μιχαὴλ, οὗ τὸν παῖδα πνευματικῆς ἐκ κολυμβήθρας υἱοποιήσατο, τῇ πατρικίῳ καὶ ἐκσκουβίτου τιμῇ διεσέμνυνεν Τῶν οὖν δυσμενῶν Βουλγάρων τῇ προτέρᾳ νίκη κατεπαρθέντων, οὐχ ἡ τυχοῦσα παρ´ αὐτοῖς ἐν πολλαῖς χώραις καὶ κατοικίαις διά τε πυρπολήσεως καὶ αἰχμαλωτεύσεως παρηκολούθει ἐρήμωσις, ὥστε πρὸς αὐτὸν τὸν Βούλγαρον πεμφθῆναι παρὰ τοῦ βασιλέως εὔλογον ἦν, πρὸς τὸ εἰρηνικὸν ἀπονεύοντος, σπονδὰς ἐπεργάσασθαι. Τοῦ δὲ κρατοῦντος Βουλγάρου μὴ πρὸς τοῦτο καταθεμένου, ἅτε βαρβαρικοῦ τὸν τρόπον καὶ καταλαζονευομένου, Λέων ὁ βασιλεὺς κατ´ αὐτῶν ἐκστρατεύειν ἐπείγεται. Καὶ μάχης κραταιᾶς κροτηθείσης, βασλικῷ διατάγματι ὁ καθ´ ἡμᾶς λαὸς τροπῇ ὑποβάλλεται, ὥστε καὶ αὐτοῦ τοῦ βασιλέως συντρέπεσθαι. Ἀμέλει τῶν Βουλγάρων τῇ διώξει ἐπικειμένων, ἐ ὑποστροφῆς μετὰ τοῦ περιόντος λαοῦ ἀντικαθίσταται ὁ βασιλεὺς καὶ τούτοις παρεμβαλὼν ἀριστεὺς κατ´ αὐτῶν ὁλοτελῶς ἀναδείκνυνται. Οὐ μὴν ἀλλὰ καὶ αὐτοῦ κατισχῦσαι Βουλγάρων τοῦ ἀρχηγοῦ, καὶ τούτων τὰ ἔκγονα τὰ μὲν προσαράὅαι ταῖς πέτραις, τὰ δὲ ἐν ἅλωνι χαλεπῶς τιμωρήσασθαι, ὡς ἐντεῦθεν ἐν τούτοις πεπερατῶσθαι παλίντιτα ἔργα, κατὰ τὴν ποίησιν, Εἶτα εἰς λογισμὸν ἧκεν ὁ βασιλεὺς περὶ τοῦ ἐν τῷ Φιλομηλίῳ μονάζοντος, καὶ στέλλει αὐτῷ τὰ πρὸς χρείαν κατ´ εὐχὴν ἀναθήματα, ἅτε χρησμωδῶ ἀληθεῖ τῶν ἀποβαινόντων ἀναφανέντι. Ἐν δὲ τῶ μεταξὺ χρόνῳ ἐτετελευτήκει ὁ αὐτὸς μοναστὴς, καὶ συνέβη ἀντ´ αὐτοῦ ἕτερον Σαβδάτιον μοναχὸν τῷ σκηνίδίῳ αὐτοὔ ὑπεισδύναι, ὅστις τῇ

---

Josephus Genesius, Βασιλεῖαι. Text: Open Greek Corpus, from the Calfa Patrologia Graeca OCR (GREgORI), CC BY 4.0. Changes: the text divided into reading sections by Interlinea.
License: CC BY 4.0 (https://creativecommons.org/licenses/by/4.0/). Source: https://opengreek.org/read/ogc003702.
