# Βασιλεῖαι 514

Josephus Genesius, Βασιλεῖαι, 514. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/josephus-genesius/text/514
JSON: https://interlinea.aeterna-institute.org/api/v1/library/greek/josephus-genesius/text/514

μως μετακαλεσάμενος τὸν παπίαν, τοῦτον ἀσφαλῶς τηρεῖν πρός τι οἴκημα τῶν τὸ παλάτιον σαρούντων ἐκδέδωκε, σιδηροπέδαις ἀσφαλισάμενος, ὧν τὴν κλεῖδα ἐν τῷ ὑπενδύτῃ αὐτοῦ ἀπόθετον διεφρούρει, τῶν ἄλλων μηδενὶ ταύτην πεπιστευκώς Περὶ γοῦν νυκτερινὴν ὥραν ἀπαναστὰς´ τοῦ κοιτῶνος ὁ βασιλεὺς τὰς ἀπαγούσας πρὸς τὴν τοῦ παπίου σκηνὴν πάσας θύρας εὐσθενῶς κατηδάφισεν· ἦν γὰρ εὐσθενὴς πάνυ καὶ θρασυκάρδιος. Καὶ εἰσιών γε καταλαμβάνει τὸν Μιχαὴλ εἰς τὴν τοῦ παπίαω κλίνην καθεύδοντα, χαμαὶ δὲ τὸν παπίαν παρευναζόμενον. Καὶ περὶ τὸν Μιχαὴλ κόψας παλάμῃ τὰ στήθη αὐτοῦ διηκρίβαζεν, ὁποίαν ἀφίησι ῥοπὴν, μεριμνητικὴν ἢ ἀμέριμνον. μως δὲ τοῦτον τῆς ἀφῆς μὴ ἐπῃσθημένον» συνέγνω, πάνυ ἐτεθαυμάκει ἐπλ τῇ ἀφρόντιδι αὐτοῦ ἀφυπνώσει, διανεύων τὴν ἑαυτοῦ κεφαλὴν καὶ χαλεπὰ τεκμαιρόμενος, καὶ δισξιὼν μεγάλως τῇ χειρὶ κατὰ τοῦ παπίου τὸν θυμὸν συμβολαιωσάμενος ἀμφοτέροις τὴν ἀπειλὴν ἐπεῤῥίπιζεν. Ταῦτα προσεδρεῦον· τῷ Μιχαὴλ εὐνουχικὸν παιδάριον κρύφα τεθέατο, ὅπερ τὸν εἰσιόντα βασιλέα οὐκ ἄλλοθεν ἢ ἀπὸ τῶν βασιλικῶν ἐκ κόκκου πεδίλων διέγνωκεν ὑπὸ τὴν κλίνην ὑφέρπον·κεῖ γὰρ τῷ βασιλεῖ διεκέκρυπτο)· μετὰ γοῦν τὴν ἄφιξιν τοῦ βασιλέως τῷ τε ἱδίῳ ἑεσπότῃ Μιχαὴλ, ἀλλὰ μὴν καὶ τῷ παπίᾳ, ἅπαντα ιὰ συμβεβηκότα διέλεξεν. Τούτων κατήκοο· νενονς «παπίας καὶ ἀμέτρῳ κατασχεθεὶς δείματι σὺν εὐτῷ Μιχαὴλ βουλὴν δοκίμην ἐπισκευάζουσιν. Προασίζεται ὁ Μιχαὴλ τῶν κατὰ ψυχὴν ὀφλημάτων ὄ ἄγαν κεκτῆσθαι διὰ φροντίδος, ὡς ἄν τινι τῶν ὑαγῶν ταύτας ἀνάθοιτο διά τινος τῶν ὑπγρετουμένων αὐτῷ πιστοτάτου Θεοκτίστου, ὅς μετὰ αῦτα τῷ τοῦ πατρικίου περιβλέπτῳ τετίμητο ἀξιώκατι καὶ τὴν ἐπὶ τοῦ βασιλικοῦ καλάμου ἐγκεχείριστο σρόνοιαν, δι´ οὗ κανίκλειος ἐδοξάζετο, ἐφ´ ᾧ καὶ κ τῆς ἐπιτροπίας τοῦ Μιχαὴλ ὡς εὐγνώμονι ἐβεαίωτο. Τότε δὲ τὸ κατὰ τὴν αἴτησιν τῆς προἅσεως πέρας ἀπήρτητο βασιλικῆς ἐκ διατάξεως, καὶ ὺ σκαιώρημα εἰς ἔργον προέβαινεν. Ἀκριβολοὁ Μιχαήλ τὰ τῆς ἐπιθέσεως, καὶ διαπορθμεύσας κρυφιομύστως τοῖς vΑΗΙΕ ΕΕΩΤΙΟΝΕ

---

Josephus Genesius, Βασιλεῖαι. Text: Open Greek Corpus, from the Calfa Patrologia Graeca OCR (GREgORI), CC BY 4.0. Changes: the text divided into reading sections by Interlinea.
License: CC BY 4.0 (https://creativecommons.org/licenses/by/4.0/). Source: https://opengreek.org/read/ogc003702.
