# Βασιλεῖαι 515

Josephus Genesius, Βασιλεῖαι, 515. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/josephus-genesius/text/515
JSON: https://interlinea.aeterna-institute.org/api/v1/library/greek/josephus-genesius/text/515

κοινομνηκόσιν αὐτῷ τῆς ἐνέδρας βαθεῖαν διάσκεψιν, ἐπισχυρίζεται κατ´ αὐτῶν τὴν κοινωνίαν φωράσαι τῷ ἄνακτι, εἴπερ καταμελήσειαν ἄρτι τῆς ἐγχε Ἐντεῦθεν κοινὴν βουλὴν ἐπισκευασάμενοι τοιῶσδε τὸ ἐγχείρημα συντιθέασιν, παρεισεῦναι νύκτωο διὰ τῆς ἐλεφαντίνης πύλης, καθ´ ὃ τὰ τῆς δοξολογίας Θεῶ ἀφιέρωτο, ὡς ἱερεῖς ὑποκριθησόμανοι τοῖς ἐπενδύμασι ξίφη τε λαθραίως χειρισόμενοι, εἶθ´ αὔτως πρὸς μέρος τὸ δεξιὸν ποιήσασθαι τὴν ἀπόνε· σιν καὶ ἐπιθέσθαι τῷ βασιλεῖ. Παλαιὸς γάρ τις τύπος διεδεδραμήκει, ἐκτὸς τῶν βασιλείων τοὺς ἱερεῖς νυκτὶ διακαρτερεῖν μέχρι τῆς πρὸς ὄρθρον διωρισμένης αὐτοῖς εἰσελεύσεως. Ὡς ἱερεῖς ὅθεν οἱ στασιῶται εἰσήεσαν, τοῖς ἀληθέσιν ἑπόμενοι· καὶ οἱ μὲν ἰερεῖς εἰσήλθοσαν τῷ εὐκτηρίῳ ναῷ, οἱ δὲ περιλειφθέντες ζοφώδει χώρῳ λεληθότως προς ἡδρευον, ὡς ἂν εὐκαίρως ἐπίθωνται τῷ βασιλεῖ. Τοῦ δὲ ὀρθρίου ὕμνου ἐνστάντος, πρὸς τὸ εἰωθὸς καταίρει βασιλεὺς τῷ ναῷ. Ἡ ὥρα τῇ ἕῳ παρέθηγε τὸν λόχον δημοσιεύουσα, εἰ μὴ τόλμα τῶν ἐπιτιθεμένων τὸν θρίαμβον ἀνεῤῥίπισεν. Αὐτίκα γὰρ ζέοντι καὶ τομῷ θάρσει ξιφήρεις παρὰ τὸν σκοπὸἐναυτομολήσαντες κατ τοῦ τῶν ἱερέων ἐξάρχου τὰ ξίφη προέτειναν, τὸν βασιλέα τοῦτον ὑπάρχειν εἰκάσαντες ἐκ τοῦ τότε προσπεσόντος σχήματος ἀποπλανηθέντες · χειμῶνος γὰρ δριμυτάτου καθεστηκότος ὁ μὲν βασιλεὺς κατ τὴν κεφαλήν ἐκέχ ρητο διανεστηκότι καλύμματι, τὸν αὐτὸν δὲ τρόπον καὶ Α τοῦ τῶν ἱερέων καταλόγου προηγούμενος· ἐξ οὗ συνέβαινεν ὄντως τοῖς στασιώταις κατ´ αὐτοῦ τὴν ἐγχείρησιν ἐπιδείξασθαι. Ὃς τῇ ἀθρόᾳ φορᾷ τῶν ἐπισιθειένων καταπλαγεὶς σφοδρὸν ἀνεβόησεν, ἕτερον εἶναι τὸν βασιλέα, πρὸς ὃν τὴν ὁρμὴν ἀπηώ ρησαν. Διὸ καὶ τὴν κεφαλὴν ἀπεγύμνωσεν οἷα καταφανὲς γνώρισμααλάκρωμα γὰρ αὐτῷ περιίστατο, ἵνα μὴ τὴν τομὴν ἐκ τοῦ παρείκοντος ἐππι. σπάσοιτο. Οὐκοῦν ὁ βασιλεὺς εἰσῄει τῷ ἱλαστηρίῳ περιτυχὼν, καὶ τούτου τὸν σταυρὸν ἢ κατά τινας τὴν τοῦ θυμιατηρίου κρεμάθραν δραξάμενος, ἐξαπορῶν τινος ἀμυντηρίου ὁργάνου, ἀντιτάξασθαι ἔμελλεν. Ὅμως καταφανὴς γενόμενος τοῖς αὐτὸν διαχειρισομένοις, αὐθωρὸν τοῖς ξίφε. σιν ἐκερμάτιζον σταυρὸν ἐν χερσὶ κατέχοντα, ὥστο τούτῳ γε τὴν τομὴν ἀποπέμψασθαι. Ἡς χάριν

---

Josephus Genesius, Βασιλεῖαι. Text: Open Greek Corpus, from the Calfa Patrologia Graeca OCR (GREgORI), CC BY 4.0. Changes: the text divided into reading sections by Interlinea.
License: CC BY 4.0 (https://creativecommons.org/licenses/by/4.0/). Source: https://opengreek.org/read/ogc003702.
