# Βασιλεῖαι 517

Josephus Genesius, Βασιλεῖαι, 517. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/josephus-genesius/text/517
JSON: https://interlinea.aeterna-institute.org/api/v1/library/greek/josephus-genesius/text/517

τοιούτῳ συνθέσθαι βουλήματι. Ὅθεν καὶ τοὺς τῆς αἱρέσεως αὐτῷ συνεργοὺς ἐν τῷ παλατίῳ ἀποκατέστησεν, δίαιταν πρὸς τρυφὴν ἰδιαζόντως τούτοις δαψιλευσάμενος. Μεθ´ ὧν καὶ συνέριθον τῆς αὐτοῦ διδασκαλίας εὑρὼν τὸν γραμματικὸν Ἰωάννην. τὸν Κκαὶ Ἰαννῆνδιὰ τὸ τῆς ἀληθείας ἀντίῤῥοπον, τούτοις συνέταξεν. Οἷς νεαροπρεπῆ πίστιν νηπιόφρων ἀ ἀπο στάτης προστάττει συγγράψασθαι. Κκαὶ μετὰ δύω χρόνους τῆς βασιλείας ἀναίδην ἀποστατήσας, καθάπερ ὁ υἱὸς τοῦ Κἰς, τῆς τῶν σεβαστῶν εἰκόνων μετεποιήσατο καθαιρέσεως, ἐντεῦθεν καὶ γράθας παντὶ ἐπισκόπῳ καταίρειν ἐν Βυζαντίῳ τῷ ὑπὸ Μεγαρέων κτισθέντι καὶ Βύζαντος, κατ´ Εὐρώπην συνελθόντων ἐν τῇ τούτου πολίσει Καρυστίων, Μυκηναίων καὶ Κορινθίων ἄλλων τε πολλῶν, φιλοσάφοις ἅμα καὶ ῥήτορσι. Κκαὶ δὴ ὅτε οἱ ἐπίσκοποι τοῖς κατὰ πέραν προσήγγιζον, οὐ κατὰ τὸ εἰθισμένον προσεντυγχάνειν τῷ πατριάρχῃ ἠρίεντο, ἀλλὰ πρὸς αὐτὸν ἥγοντο καὶ ἄκοντες συνευδοκεῖν τῷ κακοδόξῳ φρονήματι ἐβιάζοντο. Ὦν τοὺς πειθαρχοῦντας αὐτῷ προσηκούσης ἠξίου φιλοφρονήσεως, τοὺς δὲ μὴ πειθομένους αἰκίσεσι παντοδαπαῖς διημείβετο, τὰ Χριστιανῶν παρ´ οὐδὲν θεσπίσματα λογιζόμενος, ὡς δῆθεν καὶ ταῖς πρὸς τοὺς Οὖν. νους εἰρηναίαις συμβάσεσι ταῦτα συνέχεεν, ἐκείνοις μὲν ἀναθεὶς ἐργάσασθαι τὰ ἡμέτερα εἰωθότα, ἐαυτῷ δὲ καὶ τοῖς ὑπ´ αὐτὸν τὰ ἐκείνων θρησκεύματα. Δι´ ὧν τάχα σεισμοὶ φρικωδέστατοι λοιμοί τε καὶ αὐχμηρίαι καὶ ἐκφλογώσεις ἀέρος, πρὸς τούτοις καὶ ἐμφύλιοι στάσεις κατὰ πόλιν καὶ χώραν πᾶσαν, ἀρχῆθεν τῆς θεομισοῦς βασιλείας αὐτοῦ μέχρε πολλῶν ρόνων διήρκεσαν, καὶ αὐτῶν τῶν στοιχείων δυσανασχετούντων οἷον τούτου τοῖς κακουργήμασιν. Τοιαῆτα τὰ κατὰ δυσσέβειαν αὐτοῦ ἐννοήματα καὶ τεχνάσματα, καὶ τούτοις τὸ ἐπαχθὲς ἐγχρονίζον Ἀλλὰ καὶ πρὸς τῶν εἴ τι λυσιτελούντων διέγνωστο, φιλοπονίας οὐκ ἔληγεν· δι´ ἧς κατά γε Θρᾴκην Μακεδονίαν τε πᾶσαν καὶ ἕως τῶν ὁρίων τῆς Σκυθῶν νῆς πόλεις ἀνενεώσατο, αὐτὸς ἐπελθών οὺι στρατιώτισι φάλαγξιν, ὅπως τάς τε πολεμίων ἐφόδους ἐκτρέποιτο καὶ ταῖς τούτων ἐπισκευαῖς παρ ἔχοι τὸ εὐπεράτωτον, οοῶνοοῶΟΘΙθ

---

Josephus Genesius, Βασιλεῖαι. Text: Open Greek Corpus, from the Calfa Patrologia Graeca OCR (GREgORI), CC BY 4.0. Changes: the text divided into reading sections by Interlinea.
License: CC BY 4.0 (https://creativecommons.org/licenses/by/4.0/). Source: https://opengreek.org/read/ogc003702.
