# Βασιλεῖαι 523

Josephus Genesius, Βασιλεῖαι, 523. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/josephus-genesius/text/523
JSON: https://interlinea.aeterna-institute.org/api/v1/library/greek/josephus-genesius/text/523

μένειν αὐτόν· ὁ δὲ ἄμα μυρίῳ δή τινι στρατῷ καταλαμβάνει τὸν μεταξὺ Σηστοῦ καὶ Ἀβύδου πορθμὸν, κατὰ νώτου δὲ λιπών ἑαυτοῦ τὸν ψευδοκωνστάντιον καὶ ποιηθέντα υἱὸν ἅμα μεγίστῃ δυναστείᾳ τῶν προκατειλημμένων αὑτῷ τὰ λοιπὰ καταδραμεῖν ἐπιτρέπει. Δαιμόνων δὲ εἰσηγήσεσιν οὗτος καὶ μαντείαις ἠγμένος χρόνου ἡμέραν τοῖς συμπόταις προλέγει καθ´ ὃν τῇ βασιλευούσῃ προέλθοι πόλει ἐν ἀῤῥήτῳ δόξῃ τινί· ἤδη δὲ τῆς κυρίας ἐνστάσης αὐτῆς τῷ ὑπὸ τὸν Ὀλβιανόν περιπίπτει στρατῷ, οὗ πρὸς βραχὺ μὴ ἐνεγκὼν τὴν ὁρμὴν φεύγει τε καὶ εὐθέως ἀλίσκεται. Καὶ τὴν κεφαλὴν αὐτοῦ ὁ γενναῖος Ὀλβιανός ἐκτεμὼν πέμπει τῷ βασιλεῖ Μιχαήλ· ὁ δὲ τῷ στασιώτῃ ταύτην καὶ ψευδωνύμῳ ἀποστέλλει πατρί. Ἀλλ´ οὐτος μὲν οὐδέν τι τῆς ἀπονοίας ἠφίετο, ἀλλ´ ἅμα τῳ νηίτῃ Λέσοοθεν ἥκοντι στόλῳ, καὶ αὐτὸς ναυσὶν ἱππαγωγοῖς κεκρημένος, νύκτα διασκοπήσας ἀσέληνον, ἐκ παράλου τοπίου τινὸς ὃ δὴ πρὸς τῶν ἐγχωρίων καλεῖται Ορκόσιον, πολλαχοῦ περαιοῦται τῆς Θράκης λαθὼν, εὑρώνδ δή πάντας Θρᾷκας κατηκόους αὐτῷ, καίτοι τοῦ θασιλέως , ὅτε δὴ φήμη περιηγγέλη ὡς διαβαίνει ναυσὶν ὁ ἀποστάτης τὸν κατὰ τὴν Ἄβυδον τῆς θαλάττης πορθμὸν, ἐνστρατεύσαντός τε κατ αὐτοῦ ὀλιγίστῳ στρατῷ καὶ ἐκ πασῶν πόλεων Θρᾳκικῶν ὡς συμμαχήσουσι βασιλεῖ πίστεις λαβόν. τος· ὅμως ταύτας ἀπάσας παρ´ οὐδὲν θεμένων αὐτῶν, πολὺς ὁ τύραννος ἐγεγόνει καὶ τούτων προσρυέντων αὐτῷ. Παραχρῆμα ὁ βασιλεὺς πρὸς τὴν πόλιν ὑπονοστεῖ, καὶ ὡς ἐνῆν τὰ κατ´´ αὐτὴν ἀσφαλέστατα διαθεὶς, πεζὸν ἅμα καὶ ναυ-ικὸν ἔ συναθροίζει στρατὸν ἐκ τῶν κατ´ ἀνατολὴν ἤδη τοῦ ἀποστάτου ὑποχωρήσαντος πρός γε βραχὺν χρόνονθ τῆς τυραννίδος ἀπηλλαγμένων. Ἐνίησι δὲ βασιλεὺς καὶ πῦρ πολεμιστήριον ταῖς ναυσὶ, καὶ τὴν σιδηρᾶν σχοῖνον ἀπ´ ἀκροπόλεως μέχρι τοῦ πέραθεν φρουρίου διέτεινεν, ὡς ἂν τὸ κατὰ τὴν πόλιν καλούμενον Κέρας μὴ ἐκ τοῦ στόλου τῶν ἀντιπάλων πημαίνοιτο. Γρηγόριον δὲ, πάλαι μὲν χρηματίσαντα στρατηγὸν, δι´ αἰτίας δὲ βασιλεῖ γεγονότα καὶ διὰ τοῦτο εἰς Σκῦρον, μίαν των Κυκλάδων νήσων, φυγαδευθέντα, λαβὼν ὁ ἀποστάτης, ἅτε δὴ προσχωρήσαντα αὐτῷ, χειροτονεῖ στρατεύματος ἡγεμόνα μυρίων ἀνδρῶν, καὶ τοῦτον πρόδρομον αὐτοῦ κατὰ τῆς βασιλευούσης προπέμπει, ἀλλὰ δὴ καὶ στόλον ναυτίλων ἀνδρῶν, ἵνα δὴ ἄμφω καπὰ ταυτὸν ὲ ἐν τῇ Κωνσταντίνου γένοιντο πόλει Καὶ δὴ γέγονε τοῦτο ταχέως , συνελθόντες

---

Josephus Genesius, Βασιλεῖαι. Text: Open Greek Corpus, from the Calfa Patrologia Graeca OCR (GREgORI), CC BY 4.0. Changes: the text divided into reading sections by Interlinea.
License: CC BY 4.0 (https://creativecommons.org/licenses/by/4.0/). Source: https://opengreek.org/read/ogc003702.
