# Βασιλεῖαι 526

Josephus Genesius, Βασιλεῖαι, 526. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/josephus-genesius/text/526
JSON: https://interlinea.aeterna-institute.org/api/v1/library/greek/josephus-genesius/text/526

ἤδη τὴν πρώτην δεκαετηρίδα συνεπλήρουν σχεδόν. Ἀποδοχῆς δὲ μεγάλης ὁ βασιλεὺς τὴν γνώμην αὐτῶν ἀξίανδ κρίνας ἀπολογεῖται μὴ χρῆναι τοὺς ἐπὶ τοσοῦτον χρόνον ὡμολογηκότας Χριστιανικῶν αἱμάτων ἀφέξεσθαι ἐπὶ τῷ τῶν στασιωτῶν πολέμω τὰ καλῶς δόξαντα καταλύειν· φιλοφρονησάμενος δὲ αὐτοὺς τῆς προθυμίας ἀξίως πρὸς τὴν ἑαυτῶν ἀποστέλλει. Ἀλλ´ οὗτοι μὲν κατ´ οὐδὲν τῶν τοῦ βασιλέως φροντίσαντες λόγων κατά τε τοῦ τυράννου στρατεύουσι καὶ εἰς τὰ Ῥωμαίων εἰσβαλάντες ἤθη κατὰ τὸν Κηδούκτου καλούμενον στρατοπεδεύονται χῶρον. Μαθὼν δὲ ὁ ἀποστάτης τὴν κατ´ αὐτοῦ τῶν Βουλγάρων ἔφρδον, τοῦ καταλειφθέντος αὐτῷ ναυτικοῦ λόγον οὐδένα ποιεῖται, ὅθεν δὴ τοῦτο πᾶν τῷ βασιλεῖ προσχωρεῖ· ὅλος δὲ τοῦ πεζοῦ στρατοῦ γεγονὼς ἀπαίρει μὲν τοῦ προσεδρεύειν τῇ πόλει, κατὰ δὲ τὸ εἰρημένον χωρίον προσβαλὼν τοῖς Βουλγάροις κατὰ κράτος ἡττᾶται. Καὶ πλεῖστοι μὲν τῶν αὐτοῦ κτείνονται καὶ πυρπολοῦνται πρὸς τούτων· οἱ δὲ περιλειφθέντες ὡς εἶχον σθένους σκεδάννυνταί που. Δείαν δὲ πολλὴν τῶν πολεμίων οἱ Βούλγαροι συμφορήσαντες πρὸς τὸν ἑαυτῶν ὑποστρέφουσιν. Οὐκ ἀπολήγει δὲ καὶ οὕτως πράξας κακῶς τῆς ἀπονοίας ὁ τύραννος, ἀλλὰ τοὺς σκεδασθέντας συλλέξας [καὶ] πρὸς τὴν καλουμένην Διάβασιν, ἅτε δὴ πρὸς τὸ στρατοπεδεῦσαι πάντα οὐσαν ἐπιτηδείαν, διά τε τὴν τῶν ἵππων νομὴν καὶ πρὸς τὴν ἄλλην χρείαν τῶν ἀνθρώπων ἀφθονωτέραν τυγχάνουσαν, ἐκεῖσε σκηνοῦται τῷ τέλματι τοῦ χωρίου θαῤῥήσας, ἐκεῖθέν τε ὥσπερ ἐξ ἀκροπόλεως, ὄντως τύραννος ὢν, συχνὰς ποιεῖται καταδρομάς καὶ τὰς πλησιαζούσας πυρπολεῖ κώμας. Ὅπερ δὴ μαθὼν ὁ βασιλεὺς Μιχαὴλ, ὡς εἶχε δυνάμεως, εὐαρίθμητον σχεδιάζει στρατὸν καὶ κατὰ τοῦ τυράννου πρὸς τὸν εἰρημένον ἔρχεται χῶρον σύν κόσμῳ στρατηγεσίας παντὶ, λόγοις καὶ ταῖς, ἄλλαις ὑποσχέσεσι τοὺς συνόντας ἐπιρωννύς. Ὁ δὲ τύραννος πλήθει πολλῷ δὴ μάλα ὑπαντιάζει τῷ βασιλεῖ, σχηματίζεταί τε φυγὴν, ὥστε τὸν τοῦ βασιλέως στρατοῦ διαλυθῆναι συνασπισμόν· διαμαρτάνει δὲ τοῦ σκοποῦ, μήτε τὴν τάξιν τοῦ βασιλικοῦ διαλύσας στρατοῦ, μήτε τοῖς ἑαυτοῦ συναφθῆναι

---

Josephus Genesius, Βασιλεῖαι. Text: Open Greek Corpus, from the Calfa Patrologia Graeca OCR (GREgORI), CC BY 4.0. Changes: the text divided into reading sections by Interlinea.
License: CC BY 4.0 (https://creativecommons.org/licenses/by/4.0/). Source: https://opengreek.org/read/ogc003702.
