# Βασιλεῖαι 531

Josephus Genesius, Βασιλεῖαι, 531. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/josephus-genesius/text/531
JSON: https://interlinea.aeterna-institute.org/api/v1/library/greek/josephus-genesius/text/531

ῥήμασιν αὐτῶν φρεναπατηθεὶς πρὸς τὰς σκηνὰς αὐτῶν σὺν αὐτοῖς ἐπανέλυσεν. Μηδαμῶς δὲ πεφροντικότες τῶν πρὸς σωτηρίαν ἀσφαλειῶν, ἀλλ´ ὑπτιάσαντες δυστυχῶς πολλῷ τε κόπῳ κατευνασθέντες καὶ θανάτου ὕπνον ὑπνώσαντες, ἐπελθόντες νυκτὸς οἱ ἐχθροὶ σιδήρειον ὕπνον τούτοις ἐπήγαγον · οὐδ´ εἶς τῶν ἐκαῖσε παρόντων τουρμαρχῶν ἢ ἀρχόντων πολεμικοῦ ἐπιβῆναι πλοίου δεὸύνητο, μόνου τοῦ στρατηγοῦ αὐτοῦ ἐμπορικῷ ἐπιβάντος καὶ ἀποπλεύσαντος. Περὶ οὗ μεμαθηκὼς ὁ τῶν Ἀγαρηνῶν ἀρχηγὸς δυσὶν ὁλκάσι λαβὼν ἐπεβίβασε καὶ αὐτοῦ κατεδίωξεν ὄπισθεν, καὶ πρὸς νῆσον τὴν Κῶ τοῦτον κατέσχενφεῦ συμφορᾶς!] καὶ ἐν αὐτῇ ξύλῳ κρεμάννυσιν. Ὅθεν ἀνέκαθεν καὶ μέχρι τῆς σήμερον ἡ τῆς Κρήτης νῆσος κεκράτηται παρὰ τῶν Ἀγαρηνῶν, ἐξ ἧς τοῖς Ῥωμαϊκοῖς ὅροις ἐπισυῤῥέουσιν. Εἶτα εὑρίσκεται τις πολύφρων ἀνὴρ ᾧτινι θορυφᾶς τὸ ἐπώνυμον, καὶ προστάξει βασιλικῇ διὰ τῆς αὐτοῦδ εἰσηγήσεως ἀθροίζεται ναυτικὸν στρατολόγημα γενναιότατον, οἱς ἀνὰ μʹ χρυσοῦ ἐπιδίδοται νομίσματα, καὶ, «Οὐκ ἄλλως γένοιτο τόδε,» εἰ μὴ ταῦτα κομίσοιντο, διηγόρευον. Οἶ ὁλκάσιν εὐζώνως ἐπιβατεύσαντες καὶ ναύαρχον αὐτὸν κεκτημένοι τὴν ἐλευθερίαν πολλαῖς ἐχορήγησαν· οὓς τεσσαρακονταρίους τὸ ληφθὲν προσωνόμασεν. Μιχαὴλ δὲ ὁ βασιλεὺς κατὰ τὴν ἀρχὴν τῆς αὑτοῦ βασιλείας παντελεῖ ἀγροικίᾳ ἢ τῇ σκηπτουχίᾳ καλλωπιζόμενος περὶ τῶν θείων εἰκόνων ἐδημηγόστεύων δὲ μετὰ ταῦτα πρὸς διπλόην ἀποτραπτὶς Εὐφροσύνην, Κωνσταντίνου τὴν θυγατέρα τοῦ κατακριθέντος τυφλότητι, μονήρη βίον προσηκαμένην, πρὸς τὰ ἀνάκτορα εἰς γαμετὴν μετηγάγετο, καὶ τὸν εὐαγῆ Μεθόδιον ἀδίκως τιμωρησάμενος καθ´ εἰρκτὴν ἐφυλάκισε περὶ τὴν νῆσον Ἀνδρέου τοῦ ἀποστόλου, καθ´ ἡν ὁ Ἀκρίτας ἐγγειτονῶν ἐμφανίζεται, οὗ ἀντικρὺ καταπρῆσαι τοῦτον οἰόμενος. Εὐθύμιον τὸν μητροπόλεως Σαρδιανῶν ἐξηγούμενον Θεόφιλος βουνεύροις χαλεπῶς ἐθανάτωσεν.

---

Josephus Genesius, Βασιλεῖαι. Text: Open Greek Corpus, from the Calfa Patrologia Graeca OCR (GREgORI), CC BY 4.0. Changes: the text divided into reading sections by Interlinea.
License: CC BY 4.0 (https://creativecommons.org/licenses/by/4.0/). Source: https://opengreek.org/read/ogc003702.
