# Βασιλεῖαι 545

Josephus Genesius, Βασιλεῖαι, 545. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/josephus-genesius/text/545
JSON: https://interlinea.aeterna-institute.org/api/v1/library/greek/josephus-genesius/text/545

αὐτῶν ἀποθέμενοι ἑαυτοὺς θανάτῳ ψηφίζονταιπρὸς οὓς ὁ βασιλεὺς φιλοικτιρμόνως διατεθεὶς υ ὀδυρμῷ δικαίῳ ἀπολελόγητο· «Ἐπεὶ ἐγὼ, ὧ ἄνδρες, κἂν λιποταξίας ἐγκλίνεσθαι παρὰ Θεοῦ τοῦ οἰκτίρμονος ἡλέημαι, καὶ ὑμᾶς οἰκτερῶ.» Ὁ οὖν πρωτοσύμβουλος τὸ κατὰ Ῥωμαίων μαθὼν ἀνδραγάθημα εὐθέως κατὰ τοῦ Ἀμορίου συντίθεται · ὁ δὲ βασιλεὺς πρός τε Νίκαιαν καὶ τὸ Δορύλαον διεκαρτέρει, τῇ αὐτοῦ πατρίδι τὸ μέλλον ἀπεκδεχόμενος · τὰ γὰρ δύο στρατόπεδα ποῦ τε ἀμεραμνουνῆ καὶ τοῦ υἱοῦ αὐτοῦ κατὰ τὴν Ἀμόριον ἥνωντο. Ὡς δὲ τὸ περὶ ταύτης δυστύχημα διενώτιστο, ἐγκαρδίῳ φλογώσει κάτοχος γίνεται, ὥστε ταύτῃ τοῦ χιονώδους ὕδατος προσιόντος χλιαρὸν τοῦτο λογίζεσθαι· οὔγε ἐκ τῆς πόσεως ἀφορμὴ τοῦ δυσεντεριάσαι αὐτῷ γέγονεν. Ἀγαρηνὸν δέ τι γύναιον πνεύματι Πύθωνος ἐγκατάληπτον, ὃ μετὰ λείας ποτὲ Ἀγαρηνῆς συλληφθὲν ἀναμαθὼν ὁ βασιλεὺς ἐκμαντεύεσθαι, μετακαλεσάμενος αὐτὸ, ἐκπυνθάνεται, ἡ βασιλεία τίνος ἐν πολλοῖς διαρκέσειεν ἔτεσιν, ἐξεῖπεν· «Ἡ τῶν Μαρτηνακίων.» Καὶ διὰ τοῦτο διερευνᾶτο κάκωσιν ἐπαγαγεῖν τῷ Μαρτηνακίῳ ὁ βασιλεὺς γὰρ αὐτῷ δραστηρίως τὰ τῆς βασιλείας ὡς οὐκ ἄλλῳ τινὶ τῶν πώποτε βασιλέων ἐξεταζόμενά περὶ καὶ πολυπραγμονούμενα καὶ αὐτῶν τῶν ἀγχιστευόντων κατεπιτίθεσθαι. Ἀλλὰ τῆς θείας προνοίας οὗτος ἀπέσφαλτο, κἂν ἐν λεκανομαντείᾳ τῇ διὰ τοῦ Ἰωάννου τὸν αὐτοῦ τῆς βασιλείας διάδοχον ἑωράκει Βασίλειον. Κατὰ πληροφορίαν δὴ τῆς τοιαύτης προφάσεως ἐν αὐτῷ σημανθείσης, τῷ μονήρει βίῳ τὸν ἐκ τοῦ γένους ἄνδρα κατέκρινε Μαρτηνάκιον, τὸν αὐτοῦ οἰκον μεταποιήσας εἰς μοναχῶν φροντιστήριον. Ἐντεῦθεν διαδιδράσκει τὴν ἐκ βασιλέως ἐπιτεινομένην ἐπήρειαν. Πολλοῖς δὲ στόμασι τοῦ γυναίου διαλαλουμένου καὶ ἀποθειαζομένου ἐν ἅπασι, Κωνσταντῖνος Τριφύλλιος ὁ τὴν

---

Josephus Genesius, Βασιλεῖαι. Text: Open Greek Corpus, from the Calfa Patrologia Graeca OCR (GREgORI), CC BY 4.0. Changes: the text divided into reading sections by Interlinea.
License: CC BY 4.0 (https://creativecommons.org/licenses/by/4.0/). Source: https://opengreek.org/read/ogc003702.
