# Βασιλεῖαι 547

Josephus Genesius, Βασιλεῖαι, 547. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/josephus-genesius/text/547
JSON: https://interlinea.aeterna-institute.org/api/v1/library/greek/josephus-genesius/text/547

Ῥιωμαίων δι´ ἐαυτοῦ συστρατεῦσαι αὐτῶν ἐξαιτηθέντων · ωστε καὶ τὸ Χωρῶσαν κατίσχειν καὶ ὑπὸ χεῖρα τῷ ἁμεραμνουνῇ καταπράξασθαι. Ἀλλὰ δὴ καὶ κατὰ θηρῶν ἀτιθάσσων τὴν ἐκεῖσε χώραν αὐτούς τε τοὺς κατοικοῦντας διαλυ μαινόμενον ἠρίστευσεν, ὥστε θαυμαστὸν κατ´´ ἄμφω τοῖς Ἰσμαηλίταις νομίζεσθαι. Διὰ ταῦτα φιλοῦσιν αὐτὸν ἐξαιρέτως καὶ μᾶλλον αὐτῷ προσφκείωνται, ἐπειδὰν αὐτῶν οἰκονομικῶς ἀποστάντι, κἂν ἐν σχήματι τῆς καθ´ ἡμᾶς εὐσεβείας διέγνωσαν, καὶ αὐτῷ ἐγχειρίζουσι τὰ τῶν πολεμίων συστήματα ἐκστρατεύειν καθ´ ὅσον ἔχει βουλήσεως καὶ δυνάμεως. Ἐν μέσῳ δὲ χρόνων πολλὰς ἀριστείας κρταπραξάμενος ἐξιέναι κατὰ Ῥωμαίων σὺν τῷ υἱῷ αὐτοῦ παρὰ τοῦ ἀμεραμνουνῆ κατηνάγκαστο , ἢ τοῦτο προσεεποίητο. Καὶ δὴ γεννάδας ὑπασπιστάς σὺν χρήμασιν αὑτοῦ ἱκανοῖς ἐπεπόμφει πρὸς πολίχνην ἢ Γέρων ἐκέκλητο, προσημηνάμενος λάθρα καὶ τοῖς ναέταις τῆς πόλεως τὴν δέουσαν ἐπιθεῖναι ὀχύρωσιν διὰ τὴν τῶν Σαρακηνῶν ἐσομένην ἔφοδον. Τῶν οὖν ἑκατέρων μερῶν στρατοπεδευσάντων ἔξω εἰσιν ὧσπερ ἀγωνιστής τολμητίας, καὶ τὸ δόρυ εἰς τοὐπίσω προτείνας τοῖς Χριστιανοῖς ὅλως συνπέτακτο πρὸς τὴν ῥηθεῖσαν πολίχνην καταφυγὼν, τῷ τε υἱῷ τοῦ ἀμεραμνουνῆ χαριστήρια διεπέμπετο οὗ πρὸς αὐτὸν χάριν εὐμενῶς διετέθησαν, καὶ τῇ πόλει χαρμονεκῶς ἐπεδήμησεν, καὶ τῷ ἐν Βλαχέρναις τῆς Θεοτόκου εἰσῄει ναῷ, ὡς ἐν τούτῳ πλέον εἰδὼς τὸν Θεόφιλον ἀπονέμειν σέβας αἰδέσιμον· ὑφ´ οὗ καὶ πληροφορίαν συμπαθείας ἐδέᾶεκτο καὶ ἐπὶ πλεῖστον πεφιλοτίμητο, σεβεσμιωθεὶς μαγιστρότητι. Τοῦ δὲ βασιλέως διαπρακτήσαντος ἐπὶ τῆ κατὰ Ἰσμαηλιτῶν φραγγικῇ ἐκστρατείᾳ, διὰ τὸ τὸν ἐσταλμένον πρὸς αὐτοὺς Θεοδόστον μεταξὺ ἀπαλλάξαι τὸν βίον, πᾶς τις ἠθύμει, μάλιστά γε πρὸς τελευτὴν ἤδη τοῦ βασιλέως ἀπονεύοντος, ἅτε φθινάδι » νόσῳ καὶ γαστρὸς δυσεντερικῇ διαῤῥοίᾳ περιπεσόντος. Ὡς δὲ ταύτῃ τῇ ἀῤῥωστίᾳ συντέτηκτο καὶ πρὸς τὰς ἐσχατιὰς τοῦ θανάτοι προέκυπτεν, ἐπὶ κλίνης αἰρόμενος πρὸς τὴν Μαγναύραν ἀπήει, κἀκεῖσε πάντας ἐκκλησιάσας δημηγορίαν οἰκτρὰν κατὰ τὸ εἰκὸς ἀποφθέγγεται, καθὼς ὁ λόγος ταύτην ὧδε μορφώσειεν· «Ἑμὲ

---

Josephus Genesius, Βασιλεῖαι. Text: Open Greek Corpus, from the Calfa Patrologia Graeca OCR (GREgORI), CC BY 4.0. Changes: the text divided into reading sections by Interlinea.
License: CC BY 4.0 (https://creativecommons.org/licenses/by/4.0/). Source: https://opengreek.org/read/ogc003702.
