# Βασιλεῖαι 551

Josephus Genesius, Βασιλεῖαι, 551. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/josephus-genesius/text/551
JSON: https://interlinea.aeterna-institute.org/api/v1/library/greek/josephus-genesius/text/551

μέσου τινὸς παρεμπεσόντος διώκλασεν. Ἀλλὰ περιπίπτε, τινὶ ἀῤῥωστίᾳ, δι´ ἧσπερ ἀπέγνωστο· καθ´ ἡν Θεὸς παραδοξοποιῶν ὡς ἐπὶ τοῦ Ἐζεκίου δηλαδὴ καταφαίνεται. Συνείχετο τοίνυν τῇ νόσῳ καὶ χαλεπῶς ἐτετρύχωτο καὶ ἐγκατόχῳ κάρῳ νενέκρωτο, ὡς ἐντεῦθεν ἐδόκει πᾶσι τεθνάναι, εἰ καὶ βραχύ τι πνεῦμα ἐν αὐτῷ ἐσπινθήριζεν ἀμυδρά τε φωνὴ διαστηματικῶς ἐξ αὐτοῦ διηκούετο. Πρὸς ταῦτα τί γίνεται, καὶ τί τὸ περὶ ἡμᾶς τοῦ Θεοῦ μηχανούργημα; Διανίστησι μοναχοὺς τῶν Στουδίου, ἄνδρας τῶν Κντι Θεῷ γνωστοὺς, ἐπισκεψαμένους κατὰ τὴν ὑστεραίαν αὐτόν. Ἐξήκουστο γὰρ ὅτιπερ ἀπεβίω, καὶ συνεπεφοιτήκεσαν ὅπως ἐπικηδείους αὐτῷ ἑανοὺς προσοίσειαν· ὃ τέως ἐπεποιήκεσαν, ὀλιγοδρανέοντι κατὰ ποίησιν. Καὶ προσελθόντες τῇ κλίνη τῶν μοναζόντων τινὲς, περὶ ὠν ἤδη ἀνωτέρω Κμνείαν πεποιήμεθα, τεθαῤῥηκότες Θεῷ καὶ τῇ τῆς ἀρετῆς τελειότητι ἀναθαῤῥοῦσι τὸν ὡς νεκρὸν ἢ μετ´ ὀλίγον ἐσόμενον, λέγοντες τοῦτον ἀναῤῥωσθήσεσθαι. Τοῦ δὲ ἐκ βάθους ἐστενωμένης ψυχῆς μικρόν τι ἀνενεγκόντος καὶ διαπορήσαντος εἰ τοῦτο ἔσται αὐτῷ κατ´ ἐλπίδα, ἐπεβόησαν, ὡς «Ὅπερ ὲν ὑποσχέσει ἔστι σοι πρὸς Θεὸν τὰς θείας εἰκόνας κατὰ τὸ ἀρχαῖον ἀνανεώσασθαι, τὴν ζωὴν εὐαγγελιζόμεθα βεβαιούμενοι.» ἀπῄεσαν, καὶ τὸ εὐαγγελισθὲν συντόμως ἐπεπραγμάτευτο, καὶ παραδόξως ὡς ἐξ ᾅδου ἀνέδυ τοῦ θανάτου ἀπαλλαγείς. Ὡς οὖν ἑαυτὸν διέγνωκε παρ´ ἐλπίδα τῆς ἀσθενείας ἀπορήσαντα, πρὸς βασίλισσαν Θεοδώραν ὀρθοδόξως διαγωνίζεται, φράζων αὐτῇ τὰς σεβαστὰς ἀνακαινίζειν εἰκόνας κατὰ τὸ πρότερον, καθὼς περὶ τούτου τάχα καὶ ταύτῃ συνήρεσκε θεοφιλίας γνησίας ἐξεχομένη, συνεπιλαμβανομένης, ὥς φασι, καὶ πατρικίας τῆς ταύτης μητρὸς καὶ τῶν αὐταδέλφων αὐτῆς πατρικίων. Ἀλλ´ ἀντέπιπτεν αὐτῇ τούτοις καὶ τῷ Μανουὴλ ἐπὶ μᾶλλον, εἵτε διὰ τὴν τοῦ τηλικούτου μετάθεσιν πράγματος, εἴτε διὰ φιλανδρίαν ἴσως παράλογον, προτιμωμένην τοῦ Θεοῦ τὰ ἀνθρώπινα, Εἰρήκει γὰρ πρὸς Μανουὴλ, ώς «Ὁ ἐμὸς ἀνήρ τε καὶ βασιλεὺς μακαρίτης σοφίας ἀρκούντως ἐξείχετο, καὶ οὐδὲν τῶν δεόντων αὐτῷ ἐλελήθει· καὶ πῶς τῶν ἐκείνου διαταγμάτων

---

Josephus Genesius, Βασιλεῖαι. Text: Open Greek Corpus, from the Calfa Patrologia Graeca OCR (GREgORI), CC BY 4.0. Changes: the text divided into reading sections by Interlinea.
License: CC BY 4.0 (https://creativecommons.org/licenses/by/4.0/). Source: https://opengreek.org/read/ogc003702.
