# Βασιλεῖαι 554

Josephus Genesius, Βασιλεῖαι, 554. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/josephus-genesius/text/554
JSON: https://interlinea.aeterna-institute.org/api/v1/library/greek/josephus-genesius/text/554

Οἱ οὖν αἱρετικοὶ τοῖς προσαχθεῖσι προπετῶς διαπληκτιζόμενοι, χρήμασιν ἱκανοῖς φρεναπατήσαντες κόρην πρὸς τὰ ὃημόσια ἐπὶ τῆς ἐκκλησίας κατηγορῆσαι τοῦ πατριάρχου, σὺν τῷ ἐξ αὐτῆς τεχθέντι υἱῷ Μητροφάνῃ, τῷ κατὰ καιρούσι τινας προέδρῳ τῶν Σμυρναίων πόλεως χρηματίσαντι, κρυψιγαμίας ἔγκλημα θριαμβεύουσαν, ἐντεῦθεν πλεῖστος παρὰ τῶν κακοδόξων ἐπισυνίσταται τάραχος ἐπισχετλιαζόντων ἡμῖν καὶ ἀμέτρως ἐπεγγελώντων. Οὗ χάριν τῶ πατριαρχείῳ προσίασιν ἃ ποῶτα φέρων Μανουὴλ ἐν μαγίστροις, καὶ ὁ πατρίκιος καὶ ἐπὶ τοῦ κανικλίου καὶ λογοθέτης τοῦ] δρόμου Θεόκτιστος, σὺν ἐτέροις συγκλητικοῖς, κατηφιῶντες ἐπὶ τοῖς ἀναίδην ἐνωτισμένοις. Οὓς ὁ ἀρχιερεὺς ἐπιδὼν καὶ τῆς κατὰ βάθος ἀνίας τῶν συνεληλυθότων εὐσεβῶν ἐπαισθόμενος, μηδαμῶς τε πρὸς ὀρθοδόξους [αυτὸν] θέλων πέτρα σκανδάλου τίθεσθαι καὶ λίθος προσκόμματος, τὰ κρύφια αἴσχη ἀκογυμνοῖ ὁ αἰδέσιμος πάντων ἐπὶ´ ὄψεσιν, καὶ εὕρητο παρὰ τὸ εἰκὸς μαρασμῷ τῆς φύσεως ἐσκληκὼς, οὗ ματαίως εὐθύνετο, καὶ τὸ αἴτιον ἐρεῖν διανίστατο, ὅτι περ «Ἐν Ῥώμῃ διάγων, ἀποσταλεὶς πρὸς τὸν ἀρχιερέα ταύτης διὰ τὰς ἐπὶ Νικηφόρῳ τῷ πατριάρχῃ αἰτιαθείσας ἐπαγωγὰς, πλεῖστα ἐπισινιάσαι με γαργαλισμοῖς τὸν Σατανᾶν, κανῶς τε περὶ τούτου Πέτρῳ τῷ ἀποστόλῳ ἐπεντυχεῖν, ἀλλοτριῶσαι τῆς ἐνσωματούσης κινήσεως. Καὶ δὴ ἐμοῦ νύκτωρ ἐν τῷ ἁποστολίῳ εὐναζομένου, ἐπιστάντα τὸν κορυφαῖον δεξιᾷ τῇ χειρὶ τὰ αἰδοῖα καταπιέσαι καὶ ἐπιφθέγξασθαι μὴ τοῦ λοιποῦ πτοεῖσθαι τὴν φιλήδονον ἔφεσιν μήτε τὴν ἐκ ταύτης εἰς τὸ ἑξῆς ὑφορᾶσθαι ζωπύρησιν. Ἐγὼ δὲ διυπνισθεὶς μετὰ σφοδρᾶς ἀλγηδόνος περιῆλθον ἐν σαρκικῇ τοιαύτῃ, καθὼς ὁρᾶτε, νεκρότητι.» Ἀοιαυῦτα του πατριάρχου ταπεινοφρόνως εἰπόντος. πανάληθες, τῆς κατηφείας οἱ συμπαρόντες διίσταντο

---

Josephus Genesius, Βασιλεῖαι. Text: Open Greek Corpus, from the Calfa Patrologia Graeca OCR (GREgORI), CC BY 4.0. Changes: the text divided into reading sections by Interlinea.
License: CC BY 4.0 (https://creativecommons.org/licenses/by/4.0/). Source: https://opengreek.org/read/ogc003702.
