# Βασιλεῖαι 557

Josephus Genesius, Βασιλεῖαι, 557. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/josephus-genesius/text/557
JSON: https://interlinea.aeterna-institute.org/api/v1/library/greek/josephus-genesius/text/557

ἃοίκίσκου διόπτειραν καταστήσαντες, ἀντεῦθεν κατασημῆναι τῷ βασιλεῖ ὁπόταν τὸν Βάρδαν ἴδος Θεοκτίστῳ ἐπιτιθέμενον. Ὡς οὖν ταῦτα περὶ τούτοιν διεσκοπήκει ὁ Βάρδας, ταῖς πρὸς τὸν Λαυσιακὸν καθέδραις προσεποιεῖτο διαναπαύσασθαι τοῖς πραιποσίτοις συνεδριάζων καὶ δὴ τὰ λογοθέτοου Κτοῦ δρόμου πραγματικῶς Θεοκτίστου διευθετοῦντος, πάνυ τετηρημένως ἔσχεν ὁ Βάρδας ἐκ βασιλέως ὰπανιόντα ἢ πρὸς τοῦτον ἐπανιόντα ἐνεδρεύειν ὡς λέων ἐν ἀποκρύφῳ ἀθρόως τε προσπηδῆσαι κατακολουθῆσαί πε καὶ ἐνστῆναι ἢ καὶ μᾶλλον ὑποσκελίσαι καταπρηνῆ. Συνεῖχε μὲν αὐτὸν, συνεῖχε πολὺς Ἀ ἀγὼν, καὶ ἐπιθέσθαι πολλάκις διώρμητο, καὶ τῆς ὁρμῆς ἀνεκόπτετο· ἀλλ´ ὅμως εἰ καὶ βραδέως τῆς καθέδρας ἀνίσταται καὶ καταδραμὼν φθάνει, καὶ ἐ Γνα λεχθείη ποιητικῶς, Κόψ´ ὄπιθεν κώληπα τυχὼν, ὑκέλυσε δὲ [γυῖα, καταπρηνίξας αὐτόν , Καὶ εὐθέως ἐπιδίδοται σὺν κουλεῷ σπάθη ἐπώμιος, ἤν πρὸς ἀποτροπὴν ἐναντίων ἐγύμνωσεν. Τῆς ἕδρας οἱ ἀποστράτηγοι διανίστανται θαρσαλέως ἀπαμυνοῦντες τῷ ἐγχειρήματι. Καὶ τῇ σκοπῷ γυναικὶ κατασημαίνεται μασιλεὺς πρὸς ἐξέλευσιν ν τὴν διὰ χαλκηλάτων πυλῶν Τιβερίου τοῦ ἄνακτος· καὶ στὰς ἐκεῖσε τὸν Θεβκτιστον βασιλικῇ ψήφῳ προστέταχεν αἴρεσθαι. Καὶ ἑλκύεται χαμαὶ δι´ ὑπασπιστῶν μέχρι τῶν ἔξω περὶ τὰ Σκῦλα, κἀκεῖσε συνέχεται πρός τινος βασιλε κῆς ἀποφάσοως τελέσων ἐνέργημα. Ὡς δὲ περὶ τούτου ἡ δέσποινα διεμεμαθήκει, ἐξῄει πρὸς τὸν Λαυσιακὸν αὐτοσχέδιος, ἐπιζητοῦσα τὸν ταύτης θεράποντα καὶ ἀπεκτονέναι μὴ συγχωροῦσα · ἀλλ´ ἀπρακτὶ, κἂν τότε τολμηρὸν ἐπεβάα. Ἔπειτα δὲ φωνῇ βριαρᾷ καταπτοηθεῖσα, θρηνωδῶς θαλαμεύεται· τῶν ἀποστρατήγων γάρ τις, ἐκ Μελισσηνῶν κατάγων τὸ γίνος, αὐτῇ ἐπεφθέγξατο παλινδρομεῖν οἴκαδε, τὴν αὐτὴν ἡμέραν κρουόντω. Ἀποκαλῶν. Ὡς οὖν ἐπὶ πολὺ κατὰ τὰ Σκῦλα ὁ Θεόκτιστοἐκεκράτητο, τῶν ἐξ Ἀρμενίων Κωνσταντῖνος, οὗ προμεμνήμεθα, δυσωπεῖ ἀντιλαβέσθαι αὐτοῦ, Οὗτος δὴ χρηστότητος τρόποις φερόμενος τὰς πρὸς

---

Josephus Genesius, Βασιλεῖαι. Text: Open Greek Corpus, from the Calfa Patrologia Graeca OCR (GREgORI), CC BY 4.0. Changes: the text divided into reading sections by Interlinea.
License: CC BY 4.0 (https://creativecommons.org/licenses/by/4.0/). Source: https://opengreek.org/read/ogc003702.
