# Βασιλεῖαι 561

Josephus Genesius, Βασιλεῖαι, 561. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/josephus-genesius/text/561
JSON: https://interlinea.aeterna-institute.org/api/v1/library/greek/josephus-genesius/text/561

τὸν τόπον ὕδατος, ἀλλὰ μὴν καὶ νομῆς, ἀπεχώρησεν ὁ Ἄμερ μετὰ τοῦ ἰδίου στρατεύματος, καὶ παραγενόμενος εἴς τι λιβάδιον ὅπερ Δώρα Κατονομάζεται, εὐθέως προσανεπαύσατο. Ἀδείας οὖν ἐντεῦθεν ὁ ἄναξ λαβόμενος τὰς τῶν ἐχθρῶν μιαιφόνους χεῖρας διέδρασεν ὅλην ἡμέραν τῇ φυγῇ προστιθέμενος, καὶ τοιούτῳ τρόπῳ διεσέσωστο. Ἐτῶν δὲ δύο διαβεβηκότων πάλιν ὁ αὐτὸς Ἄμερ τοῖς Ῥωμαϊκοῖς ὁρίοις ἐφάλλεται, ἐπὶ μ χιλιάσι μεγαλειούμενος(, ἐξ ὧν τὸ τῶν Ἀρμενιακῶν θέμα παντάπασι διωλόθρευσε, παρεμβαθύνας μέχρι τῆς πρὸς θάλασσαν Ἀμινσοῦ. Καὶ τὴν πολυάνθρωπον τεθεαμένος αἰχμαλωσίαν καὶ λαφυραγωγίαν πολλὴν ὧν γέγονεν ἐγκρατὴς, ὅλος καθέστηκεν ἐκμανής, τῇ θαλάσσῃ περισχεθεὶς τῆς ἀπλήστου φορᾶς, καὶ τῷ ἰδίῳ λαῷ ὀξέως διενετείλατο κοπείσαις ῥάβδοις τύψαι τὴν θάλασσαν καθὼς ὁ Κέρξης κατὰ τὸ πρὸς Ἑλλήσποντον ζεῦγμα σιδηροῖς ταύτην ἐμάστιξεν), ἐπειπών· «Ἵνα τί αὐτὴν εὔρομεν ἐνθάδε; καὶ ἵνα τί μὴ περαιτέρω λεηλατοῦντες τοὺς ἐγχωρίους προέβημεν;» Περὶ δὲ τῆς πλείστης αἰχμαλωσίας πεπυσμένος ὁ βασιλεὺς δυσφορήτως εἶχε καὶ ἠνιᾶτο, καὶ τοῖς ὑποχειρίοις ἐντραπεζούμενος τοιαῦτά φησιν· «Οἴμοι ομοι, οὐχ, εὕρηταί τις ἀνθρώπων ὃς πρὸς τὴν βασιλείαν ἡμῶν καὶ πρὸς Χριστιανοὺς ἀγάπην εἰλικρινῆ διασώσειεν, ὡς ἐνθένδε προθυμοποιηθεὶς ἀπέλθοι καὶ τῷ ἀσεβεῖ πολεμήσειεν Ἄμερ.» Οὕτως τοῦ βασιλδως διατεθέντος ἀνέστη Πετρωνᾶς ὁ Θεοδώρας καὶ Βάρδα αὐτάδελφος, καὶ πρὸς τὸν βασιλέα φησίν, ὅτι «Ὑπηκόους μὲν πολλοὺς τῇ σῇ μεγαλοδόξῳ βασιλείᾳ δέωκεν ὁΘεὸς, οἵτινες πλεῖστάσεστέργουσι, δέσποτα, προτεθύμηνται δὲ καὶ ὑπὲρ τῆς σῆς ἀγάπης τεθνάναι· πλὴν τοῖς πολέμοις ποτὲ μὲν εὐτυχίαι, ποτὲ δὲ δυστυχίαι συμβαίνουσιν· τὴν δὲ νίκην ἀνενδοίαστον οὐδεὶς ἀνθρώπων ἐπίσταται, εἰ μὴ μόνῳ αὕτη Θεῷ προδιέγνωσται. » Διὸ πρὸς ταῦτα ὁ βασιλεὺς ἀπεκρίνατο· «Λοιπὸν, ὧΠετρωνᾶ, προαιρῇ ἀπιέναι καὶ προσβαλεῖν τῷ ἐχθρῷ, καὶ τῶν Χριστιανῶν καὶ τῆς ἐμῆς βασιλείας προκινδυνεῦσαι;» Ὑπολαβὼν δὲ αὐτῷ φησιν, Κτι περ «Ἔν ἑτοιμότητι, βασιλεῦ, χρηματίζω τὴν ἐνοῦσάν μοι αἴματος δράκα εἴς ? τε τὴν σὴν βασιλείαν καὶ ὑπὲρ τῶν ὁμοπίστων ἀποκενῶσαι.» Τούτοις δὴ τοῖς προθύμοις λόγοις ὁ ἄναξ ἐγγυηθεὶς προχειρίζεται τοῦτον ἡγεῖσθαι τοῦ τάγματος

---

Josephus Genesius, Βασιλεῖαι. Text: Open Greek Corpus, from the Calfa Patrologia Graeca OCR (GREgORI), CC BY 4.0. Changes: the text divided into reading sections by Interlinea.
License: CC BY 4.0 (https://creativecommons.org/licenses/by/4.0/). Source: https://opengreek.org/read/ogc003702.
