# Βασιλεῖαι 564

Josephus Genesius, Βασιλεῖαι, 564. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/josephus-genesius/text/564
JSON: https://interlinea.aeterna-institute.org/api/v1/library/greek/josephus-genesius/text/564

Ἀπεφιλοχρηματήκει γὰρ ἀφειδῶς πολλῶν κτημάτων καὶ μὴν τιμαλφῶν ἐφιέμενος, ὦν τὴν κτῆσιν ἐξ ἀναγκαίου προσελαμβάνετο· ἐπεφιλοτίμητο γὰρ προπομπαῖς εἰς ἄκρον καὶ σεβασμιότησι, τὸ αὔθαδες καὶ ἀλαζονικὸν ἐπισπώμενος, εἰ καὶ μετὰ σκηνικευομένης φρονήσεως καὶ ἀρχικῆς καταστάσεως ἥττων ἦν τῶν ἐξ ἀληθείας βελτιωμάτων. Ἐξ ὧν ἀσχέτως ἐβασιλεία, Μιχαὴλ ἐπαυχενίζων τοῦ βασιλέως, ᾦἵπαρορᾶσθαι μὲν πολλάκις ἔκ τε τῶν συγκλητικῶν ἐξεγένετο, τάχα δὲ καὶ διὰ τὸ ἁλίσκεσθαι φιλοθεάμονι καὶ φιλιπποδρόμῳ προθέσει τὸν ἄνακτα δι´ ἀπροσεξίαν τῶν ἀμεινόνων, ἢ τυχὸν καὶ ἡλικίᾳ τῇ νεαζούσῃ παραριπίζεσθαι. Οὐ μὴν δὲ Βάρδας μόνης τῆς βασιλείας ἐρῶν ἐτυρβάζετο, ἀλλὰ καὶ τῶν τῆς Ἐκκλησίας ἐγκρατεῖν οὐκ ἐπαύετο, ὥστε καθελεῖν τοῦ ἀρχιερατικοῦ θρόνου τὸν σεμνὸν Ἰγνάτιον διασκέψασθαι, τῷ ἀπεῖρχθαί ποτε κοινωνίας αὐτὸν κατά τι τῶν ἀπευκταίων ἐλάτωμα, ὃ πρὸς ὑπόνοιαν παρενέσκηπτεν, εἰ καὶ παρ´ αὐτοῦ πολλάκις ἐν ταύτῃ δεχθεὶς νουθετικαῖς τε συμβουλαῖς μὴ πεισθεὶς ἑαυτὸν δοκιμάζειν καθ´ ἃ τῷ Παύλῳ νενομοθέτηται, ἀνευλαβῶς τῷ ἁγιάζοντι πρόσεισι καὶ πολλάκις· διὸ ἐν μιᾷ τῆς ἀδιαφόρου τόλμης ἀποῤῥαπίζεται, καὶ ἀπειλεῖ κατ´ αὐτοῦ μεθ´ ὕβρεων χαλεπῶν τῆς ἀρχιερωσύνης αὐτὸν καθαιρήσειν, προσεπιθησόμενος αἰκισμούς. Ὃς μετ´ ὀλίγον τὸν τοιοῦτον ἄνδρα τῆς ἀρετῆς ματαιώσας τοῖς κατ´ αὐτοῦ σκευασθεῖσι τῆς ἐκκλησίας καθίστησιν ἔκβλητον, τὸν μετὰ τὲν τετραετῆ τοῦ θρόνου κατάσχεσιν καὶ τελευταίανἵ τοῦ τρισμάκαρος Μεθοδίου κατ´ ἐκλογὴν προκριθέντα, σὺν εὐλαβείᾳ τῷ μεγίστῳ τῶν ἐκ πατρὸς ὀρθο. δόξων συστάσεων τῶν μεγάλων τῇ ἀρετῇ Βασίλειος καὶ Γρηγορίου, τῶν υἱῶν Λέοντος βασιλέως, κἂν τῇ τοῦ πατρὸς ἐπιψόγῳ αἱρέσει σμικρυνομένων, ὡς ἐντεῦθεν λοιπὸν κληροῦσθαι τὸ τὸ μέγιστον τῶν μεγάλων ἐπαναβέβηκεν. Ἀντεισάγει δὲ Φώτιον πατριάρχην, κατά τι μὲν τῶν βελτιόνων ὑπερτεροῦντα, κατά τι δὲ χθαμαλούμενον. Ἐφ´ ὧν καθόδῳ καὶ τῇ ἀνόδῳ πολλῶν προσκληθέντων τῆς γερουσίου βουλῆς καὶ ταύταις ἐπισφραγισαμένων, Κωνσταντῖνος μόνος ὁ εἰρημένος οὐ κατατίθεται, εἰπών μὴ ἐξεῖναί τινι τῶν λαϊκοῖς καταλόγοις συνειλεγμένων περὶ τοιούτων ἐγγράφεσθαι. Οὐ μέχρι τούτου τὰ κατ´ αὐτόν· ἀλλὰ πολλαῖς τιμωρίαις ἐμμεθοδεύεταιδ παρὰ μικρὸν τῆς ζωῆς ἀπηλλάχθαι,

---

Josephus Genesius, Βασιλεῖαι. Text: Open Greek Corpus, from the Calfa Patrologia Graeca OCR (GREgORI), CC BY 4.0. Changes: the text divided into reading sections by Interlinea.
License: CC BY 4.0 (https://creativecommons.org/licenses/by/4.0/). Source: https://opengreek.org/read/ogc003702.
