# Βασιλεῖαι 565

Josephus Genesius, Βασιλεῖαι, 565. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/josephus-genesius/text/565
JSON: https://interlinea.aeterna-institute.org/api/v1/library/greek/josephus-genesius/text/565

καὶ τοσοῦτον ὥστε χαμαιριφῆ σταυροειδῶς διηπλῶσθαι τὰ χεῖρε καὶ τὼ πόδε κατάδεσμον καὶ ἀλγηδόσιν Τ ἐντεῦθεν κακύνεσθαι. Οὐ μέχοι δὲ τού του τὰ τῶν αἰκισμῶν διεκόπτετο, ἀλλ´ ἐπὶ τὸ χεῖρον προέκοπτεν. Ἐκδίδοται παρὰ Καίραρος Θεοδώρῳ τῷ Μωρῶ κατὰ κτῆσιν τῶν ὠμοτάτων, πρὸς δὲ καὶ Γορχονίτῃ Ἰωάννῃ καὶ Νικολάῳ τῷ Σκουτέλλοπι, καὶ ἐν τῷ τῶν ἀποστόλων περιβοήτῳ ναῷ, ἐν ἡρῴῳ τῶν βασιλέων, ἐφ´ ὄτῳ ἐγκέκλειστο λιμῷ καὶ δίψει τρυχόμενον, καὶ πολλῷ πλέον ταῖς κατὰ σῶμα κακώσεσιν· οἵτινες λάρνακι Κωνσταντίνου τοῦ Κοπρωνύμου περισκελίσαντες κατὰ γύμνωσιν εἴασαν. Χειμῶνος δὲ ἦν ὥρα, καὶ μάλα τῶν ἐπαχθῶν· τῷ λίθῳ ἐπαυχένιος ἡ ὀξύτης, καὶ δι´ ὅλου κατὰ τὴν ἁφὴν λίαν ψυχρὸς ἔκ τέ καιροῦ καὶ τῆς ἐαυτοῦ φύσεως. Ἐνθένδε ὁ ἀθε λητὴς τῶν κρυφίων σαρκῶν ἀποβολὴν ἐποιεῖτο σαπρίας καὶ αἴματος β. Καὶ ἡ ὀδύνη ὁποῖα, ἴστε πάντως τινὲς οἶ δυσεντερίας καὶ μᾶλλον ἐκ ψύς χους πεπείρασθε. Κρύους γὰρ καὶ φλέγματος δήξει τοῦ ἐντέρου πημαινομένου εὐθὺς μὲν περιοδυνᾶται καὶ διατείνεται ὁ τούτων· αἰσθόμενος, εἶτα σφοδρῶς χριᾷ καὶ τῇ πυκνώσει τοῦ περιέχοντος ὀδυνηρῶς φρικιᾷ θρομβουμένου τοῦ αἴματος κατ´ ἐπιφάνειαν ἐξ οὖ ἡ διαφόρησις οἴχεται· ἀλλὰ μὴν καὶ κατὰ βάθας τοῦ ἐγκαρδίου πνεύματος πυκνουμένου τῇ συμπιλήσει τοῦ ἔξω παχυνομένου, εἶτα τῷ τραυματιῶντι μέρει πλέον δριμύσσεται, συνελαυνομένης ἐκεῖσε πάσης τῆς χαλεπότητος. Οὔτως ἐγκαρτερῶν τοῖς δεινοῖς ὁ πανδλβιος, εἰ καὶ εὐνουχίᾳ καὶ γήρει πολυειδῶς μεμαλάκιστο, οὐκ ἐφθέγξατο πρὸς τὸν Κύριον πονηρὸν ὑπὲρ ὡν ἐπεπόνθει, οὐκ ἐκείνοις ἐνδόσιμον, οὐκ ἀμφίβολον, οὐ κατὰ τοὺς ἑταίρους τοῦ ξ Ἰθάκης συνέκρινον Εέλτερον ἢ ἀπολέσθαι ενα χρόνον ἡὲβιῶναι, Ὥ δηβὰ στρεύγεσθαι ἐν αἰνῇ δηϊοτῆτι, ἤτοι τῇ πρὸς τὸν Καίσαρα· οὐκ ἦν γὰρ αὐτῷ ἐπ´

---

Josephus Genesius, Βασιλεῖαι. Text: Open Greek Corpus, from the Calfa Patrologia Graeca OCR (GREgORI), CC BY 4.0. Changes: the text divided into reading sections by Interlinea.
License: CC BY 4.0 (https://creativecommons.org/licenses/by/4.0/). Source: https://opengreek.org/read/ogc003702.
