# Βασιλεῖαι 570

Josephus Genesius, Βασιλεῖαι, 570. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/josephus-genesius/text/570
JSON: https://interlinea.aeterna-institute.org/api/v1/library/greek/josephus-genesius/text/570

παρ´ αὐτῶν τοῖς ἀνδρικοῖς ἐγεγύμναστο φρονήμασί τε καὶ πράγμασιν, καὶ πᾶσι μὲν κατ´ ἄμφω ἐξάκουστος διετέλει καὶ φίλιος. Καὶ δὴ παραδόξως διὰ τῶν Χρυσέων πυλῶν εἰσῄει τῇ βασιλευούσῃ τῶν πόλεων, κατὰ μονήν γε τὴν ἔναγχος προσαναπαυσόμενος, ἤτις νῦν μὲν ἱερὸν Διομήδους τοῦ μάρτυρος, Ἡλίου δὲ τὸ πρὶν καχρημάτικεν. Εἰσῄει δὲ τὴν τεκοῦσαν ἐκβιασάμενος · καὶ δὴ ἂν ἐκεκράτητο παρ´ αὐτῆς, εἰ μὴ τὸ Θεαθὲν αὐτῇ ναρ τινὸς ἔτυχεν ἐπικρίσεως παρὰ πτῶν ἐν τούτοις ἐσπουδακότων. Ἑωράκει γὰρ φυτὸν μέγιστον ἐκφυῆναι, καθώς ποτε ἡ Ἀνδάμη, καὶ ἄνθεσιν ἐγκομᾷν κατὰ τὸν οἷκον αὐτῆς, χρυσῷ τε τὸ γῆθεν μέγα στέλεχος καὶ τὰ πρέμνα διηρέφθαι καὶ φύλλα, καὶ ἐντεῦθεν ἀπομεμαντεῦσθαι σὺν ὅρκῳ ταύτῃ τῷ ἐξ αὐτῆς τὴν τῆς βασιλείας ἐπίτευξιν καὶ ταύτης μεγαλειότητα καὶ τὴν ἐπὶ μῆκος διάτασιν συγγόνοις τε καὶ ἀπογόνοις ἐκβήσεσθαι, καὶ αὐτάρκη πλοῦτον τῇ κατ´ αὐτὸν χώρᾳ μεθήσειν ἐξ ἦς ἐγεγέννητο· σὺν τούτοις καὶ προεισηγηθῆναι αὐτῇ παρά τινος ῥῆσιν εὐάγγελον. ὡς τοῦ παιδὸς κατὰ παιγνίαν τῶν ὁμηλίκων ἔν τινι λίμνη ἀετὸν ἐπιπτῆσαι τῇ κεφαλῇ, σκέπειν τε ταύτην πτερύσσοντα· καὶ ποτε γηραιὸν ἄνδρα, οὗ διὰ στόματος πῦρ ἐξαπέπνει, τὸν Ἡλιοῦ τε ἑαυτὸν ταύτῃ παραδηλοῦντα, τὴν βασιλείαν προσήκααθαι τὸ τεκνίον ἐμήνυεν. Σχολάζοντος δὲ τοῦ Βασιλείου κατὰ τὴν εἰρημένην μονὴν, τινὶ μοναχῷ, ἢ ὡς ἔνιοι, αὐτῷ τῷ ταύτης καθηγουμένῳ, καθ´ ὕπνον ὁ μάρτυς ἐπιφανεὶς ἐξιέναι κελεύει περὶ πυλῶνα καὶ τὸν ἐκεῖσε προσμεμενηκότα εἰσαγαγεῖν, βασιλέα ἐσόμενον, ὃν περιποιήσασθαι δέον ἐπί τε σκέπῃ καὶ τοῖς ἐνδύμασιν, οἰα τήνδε μονὴν ἀνοικοδομῇ συστησόμενον. Τῷ δὲ ἐξιόντι καὶ τὸν νεανίαν τεθεαμένῳ κατεσκληκότα ῥυπῶντά τε καὶ ἀπρονόητον ἐξ ἐνδεοῦς περιστάσεως, ὑφωρᾶτο τι κατὰ φαντασίαν εἴδωλον ἐμπαρεῖναι, οὗ τῆς κομιδῆς κατημέλησεν. Διὰ τοῦτο αὖθις ὁ μάρτυς τῷ αὐτῷ διωρᾶτο κατεμβριμώμενος ἐξιέναι καὶ τὸν βασιλέα Βασίλειον πάντως εἰσενεγκεῖν καὶ κηδεμονίας δεούσης καταξιῶσαι Τοῦ Μὸ τοονίοω. κατὰ τὴν λεχθεῖσαν κλῆσιν ἀποκριναμένου καὶ

---

Josephus Genesius, Βασιλεῖαι. Text: Open Greek Corpus, from the Calfa Patrologia Graeca OCR (GREgORI), CC BY 4.0. Changes: the text divided into reading sections by Interlinea.
License: CC BY 4.0 (https://creativecommons.org/licenses/by/4.0/). Source: https://opengreek.org/read/ogc003702.
