# Βασιλεῖαι 577

Josephus Genesius, Βασιλεῖαι, 577. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/josephus-genesius/text/577
JSON: https://interlinea.aeterna-institute.org/api/v1/library/greek/josephus-genesius/text/577

αὐτόν. Ὁ διαγινώσκεται ταχέως τῷ βασιλεῖ, καὶ σὺν κατεπείξει σφοδρᾷ παρ´ αὐτοῦ τις ἀπρσταλεὶς διατέτακται περὶ τὸν τόπον ἀνασκολοπισμὸν ἰδρύσασθαι ξυλουργήματος καὶ τοὺς δραπέτας ἐν αὐτοῖς ἀνασκολοπίσαι, οὕτως τὴν πρόσταξιν κατὰ τὸ ἐμφανές μηχανώμενος· κρυφίως γὰρ ἐν νυκτὶ τῶν ἀπὸ τῆς φυλακῆς Ἀγαρηνοὺς λʹ προσλαβόμενος δρουγγαρίῳ τῷ κατὰ τὴν αὐτοῦ φρουρὰν προεστῶτι ἐκδέδωκε, διασφαλισάμενος μηδενὶ ἔκφορον ποιήσασθαι τὸ συντεθησόμενον, ἵνα μὴ ποινῇ ἀφορήτῳ καθυποβάλοιτο· ἐκεκέλευστο γὰρ αὐτῷ των λʹ Ἰσμαηλιτῶν πυρὶ καὶ πίσσῃ τὰς γενειάδας, ἀλλὰ μὴν καὶ τὰς κατὰ κεφαλὴν τρίχας, ἐναποφλέξαι, τάς τε ὄψεις αὐτῶν ἀσβόλῃ ἐμπεριχρῖσαι καὶ πέδαις διπλαῖς τοὺς πόδας ἐμπιέζεσθαι, καί τινι ὥρα διωρισμένης ἡμέρας μεμαστιγῶσθαι αὐτοὺς ὡς λειποτάκτας πλευσίμους ἐν φραγελλίοις δεινοῖς κατὰ τὸν ἱππόδρομον, καὶ διασυρμοὺς δραπετῶν κατηγόροις ἐν λόγοις ὑφισταμένους διελεύσεσθαι γυμνητεύοντας καὶ ὀχουμένους ἐπ´ ὄνων Ἐως πυλῶν χρυσωνύμων βασιλίδος τῆς πόλεως, παραφυλάξασθαι δὲ μηδένα τῶν συνόντων αὐτοῖς ἐμπελάσαντα ὁμιλῆσαι. Τούτων ταύτῃ προχωρησάντων καὶ Μεθώνην προΐησιν ἀνεσκολοπίσθαι τούτους ὡς δραπέτας πολέμων ἀνάλκιδας, καὶ μη τινα τῶν ἐγχωρίων ἀρχηγετῶν εἴτε λαοῦ τῆς κοινότητος, ἀλλὰ μήτε αὐτὸν προηγέτην στρατοῦ, τῶν ὁμοίων τῆς ἐχεμυθίας ἀπολιμπάνεσθαι· καὶ δεσμῶται πάντες ἀνήρτηντο σκόλοψιν. Ἐνθένδε θρῆνος οὐχ ὁ τυχὼν τῷ πατρικίῳ Νάσαρ καὶ ὑπ´ αὐτὸν ἕ ἄρχουσιν ἐπεγίνετο, μέμψιν ἑαυτοῖς ἐπιτρίβουσι τῆς περὶ τούτους· λειποταξίας, τοῦ ἐκ βασιλέως διαβεβαιουμένου αὐτοῖς τάς τε συνεύνους καὶ παῖδας δραπετευσάντων, ἔτι μὴν καὶ γεννήτορας, τὸν αὐτοκράτορα πάντας ἄρδην ξίφει διολοθρεῦσαι. Ὧς ἐκ τοῦδε τοῦ καλλίστου σκευάσματος δι´ εὐαριθμήτων κατακρίτων Ἀγαρηνῶν τὸν οἰκεῖον λαὸν ἀνασώσασθαι. Περιδεεῖς οὖν γεγονότες ὅ τε ναύαρχος αὐτῶν Νάσαρ καὶ οἱ ὑπ´ αὐτὸν ἀρχηγοὶ ἦ τε σύμπας λαὸς, τὸ τοιοῦτον μήποτε καὶ αὐτοὶ ὑπο στήσωνται, ἀναγκαίως τοῖς πολεμίοις ἀντικαθίστανται, νίκῃ τῇ πρὶν μεγαλειουμένοις· βαρβαρικώτατα καὶ Ζάκυνθον προσεδρεύουσιν. Οὐκοῦν ἐπιτίθεται τούτοις Νάσαρ παρεμβαλὼν, καὶ πανωλεθρίαν θείᾳ ἰσχύι καὶ βασιλέως ἐντεύξει κατ´ αὐτῶν τίθεται. Τοῦ δὲ καθ´ ἡμᾶς πλοῖμου στρατοῦ τῶν Ἀγαρηνῶν κατισχύοντος, ἔναρθρός τις βοὴ κοιλάδος ἠφίετο τοῖς πρόσω φοιτᾷν ἐγκελευομένη.

---

Josephus Genesius, Βασιλεῖαι. Text: Open Greek Corpus, from the Calfa Patrologia Graeca OCR (GREgORI), CC BY 4.0. Changes: the text divided into reading sections by Interlinea.
License: CC BY 4.0 (https://creativecommons.org/licenses/by/4.0/). Source: https://opengreek.org/read/ogc003702.
