# Βασιλεῖαι 579

Josephus Genesius, Βασιλεῖαι, 579. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/josephus-genesius/text/579
JSON: https://interlinea.aeterna-institute.org/api/v1/library/greek/josephus-genesius/text/579

χαριζόμενοι ἑαυτοῖς καθὰς καὶ ὁ Χριστὸς ἡμῆν ἑαυτὸν ἐναρίσατο, καὶ αὐταρκεσθῆναι ἐφ´ οἷς ἐπεπόνητο, εἰληφέναι τε παρ´ αὐτοῦ χρυσόν τε καὶ ἄργυρον καὶ ἐσθῆτας, καὶ αἰχμαλωτίζειν κατασφάττειν Χριστιανοὺς ἀνακόψαι. Ἀλλ´ ὁ θρασύφρων καὶ ἄπιστος τοῖς εἰρηναίοις λόγοις οὐ πείθεται· δεὸ καὶ ἀντιγράφει τῷ βασιλεῖ, ὡς «Επερ ἐθέλοις, ὧ βασιλεῦ, μεθ´ ἡμῶν εἰρήνην ἐπιτελέσαι, ἀπόστηθι τῆς καπ´ ἀνατολὴν ἐξουσίας σου, τῆς δὲ πρὸς δύσιν ἀνο ἔχου, καὶ εἰρηνεύσομεν μετὰ σοῦ· εἰ δὲ μὴ, σπεύσοἔΧῆΞὴ. ἈΕα μενος ἐφιλοσόφησε σιωπὴν, μηδὲν ἔτι αὐτῷ ἀντιγεγραφώς Δυοῖν δὲ χρόνοις παρελκυσθεῖσιν ὁ Χρυσόχειρ ἐξῆλθασὺν τοῖς ἰδίοις στρατεύμασι μέχρις Ἀγκύρας τῆς πόλεως καὶ αὐτῶν τῶν κομμάτων, λαφυραγωγίαν ἑαυτῷ πολλὴν προσηκάμενος, καὶ ἐπάνεισιν. Ὁ δὲ καθηγεμών τῶν σχολῶν διαστηματίζων μίλιον ἂν τὴν παραδρομὴν ἐσκευάζετο· ἐδεδοίκει γὰρ πλησιοφανῆ τὴν παραδρομὴν παραδείκνυσθαι. Ὁ δὲ Χρυσόχειρ κατηντηκὼς τῷ τοῦ Χαρσιανοῦ θέματι εἰς Ἀγράνας ἐσκήνωται, εἰς τὸ Σίβορον δὲ ὁ δομέστικος· καὶ τοῖς στρατηγέταις τῶν τε Ἀρμενιακῶν καὶ τοῦ Χαρσιανοῦ προστέταχε διειπών· «Ἄρατε τοὺς ὑπὸ χεῖρα τελοῦντας ὑμῶν ἄρχοντας, καὶ καλλίππους τινὰς, καὶ δαπάνας ὡς ἡμερῶν ιβʹ, καὶ παρατρέχοιτε τὸν Χρυσόχειρα μέχρι τοῦ Βαθυρόακος· καὶ εἰ μὲν ἄιαιρήσας λαὸν εὔπληκτον παραπέμψοι τῷ τῶν Ἀρμενιακῶν ἢ τῷ τοῦ Χαρσιανοῦ θέματι, κατάδηλον ἡμῖν τοῦτο ποιήσατε· ὅτε δὲ ἀποκινήσοι τοῦ Βαθυρύακος, ὑποστραφέντες ἤκετε πρὸς ἡκΧἈπελθὼν τοίνυν ἑσπέρας ὁ Χρυσόχειρ ἐσκήνωσε πάτω οἱ δὲ στρατηλάται εἰς τὸν ζυγὸν προσανέβησαν καὶ ηὐλίσθησαν εἴς τινα τόπον κατονομαζόμενον Ζωγολόηνον· οὗτος γάρ ἐστιν ἐκ πετρώδους συικπήξεως δυσανάβατος, ἐν ᾧ ὕλη πολύδενδρος πέφυκεν. Τῶν οὖν εἰρημένων στρατηλατῶν ἐκεῖσε διαναπαυσαμένων, φιλονεικία τις ἀνέκυψεν ἀνδρικὴ τῶν ἀρχόντων ἀλλήλοις ἀντεριζόντων τίνες ἂν εἶεν κρείττους, πότερον οἱ ἀπὸ τοῦ τῶν Ἀρμενιακῶν θέματος ἢ τοῦ Χαρσιανοῦ ὡρμημένοι. Τῶν οὖν Χαρσιανιτῶν φιλονεικούντων τὰ πρεσβεῖα ἑαυτοῖς τῆς ἀνδρείας ἐπιδοῦναι ἢ τοῖς ἑτέροις ζὸ, οἱ Ἀρμενιμκοὶ εἶπον πρὸς αὐτούς· «Τί φιλονεικεῖν ἔτι περὶ ἀνδρείας ἐκ λόγων βουλόμεθα; Πρακτικῶς τοῖς πολεμίοις παρεμβάλωμεν ἄμφω· καὶ τότε φανερωθείη ἕκαστος ἡμῶν, ῥποῖος ἐτέρου καθέστηκεν ἀνδρειότερος. » Οἱδὲ στρατηγέται διακηκοότες περὶ τῆς ἁμλλης αὐτῶν, ὃι´ αὐτῶν δὲ καὶ τῆς τοῦ λαοῦ προθυμίας συνευδοκούσης αὐτοῖς, ἤγαγον καὶ εἰρήκεσαν·

---

Josephus Genesius, Βασιλεῖαι. Text: Open Greek Corpus, from the Calfa Patrologia Graeca OCR (GREgORI), CC BY 4.0. Changes: the text divided into reading sections by Interlinea.
License: CC BY 4.0 (https://creativecommons.org/licenses/by/4.0/). Source: https://opengreek.org/read/ogc003702.
