# Βασιλεῖαι 582

Josephus Genesius, Βασιλεῖαι, 582. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/josephus-genesius/text/582
JSON: https://interlinea.aeterna-institute.org/api/v1/library/greek/josephus-genesius/text/582

Τῷ βασιλεῖ ποτε περὶ θήραν ἐνδιατρίβοντι ἐξ ὕλης τις παμμεγέθης ἔλαφος εἰς μέσον πεφοίτηκεν, οὖ τῶν ὀπισθίων ποδῶν ἐπαφεὶς κορύνην ὁ βασιλεὺς καὶ κατευτυχήσας τούτους διέθλασεν. Τὸ αὐτὸ δὴ στοῦτο καὶ ἐπὶ λύκῳ κατεπεπράχει. Σφαιριζόντων δὲ κατὰ τὸ πρὸς τὰ βασίλεια μέσαυλον ἢ κατὰ χῶρον ἴππων ἁμιλλητήριον, οὐδέποτε τῆς σααίρας ἀποτετύχει, καίτοι πολλῶν διαμιλλωμένων καὶ ἐπεμβαινόντων τῇ παιδιᾷ· καὶ τοσοῦτον ἐπιτυχῶς καὶ γενναίως τὰ τῆς σφαίρας αὐτῷ ὥστε πολλάκις τυπτήσαντι ταύτην ἀπ´ ἄκρας αὐλῶνος διαβιβασθῆναι ἔξω κατὰ πολύ γε τοῦ τέρματος, ὡς μὴ ταύτην ὁρᾶσθαι τὸ σύνολον. Ἐμεγαληγορεῖτο δὲ καὶ τῷ ἀρχηγῷ Βουλγάρων παλαιστρικὸς, ὃς κατὰ παλαίστραν ἐκέκτητο τὸ ἀήττητον· τοῦτον πρὸς τὴν βασιλίδα θαῤῥούντως ἐκπέπομφε πειρασθῆναι δυναστεύοντος. Ἐπὶ τούτῳ δυσφόρως εἶχεν ὁ βασιλεὺς ἀλλὰ τὴν δυσφορίαν εἰς τὸ εὔφορον μετερύθμισεν, ἐαυτὸν καθεὶς τῇ παλαίστρᾳ, πλὴν μετὰ προσηκούσης τῆς ἐπικρύψεως· μετασχηματισθεὶς γὰρ τῶν βασιλικῶν ἐσθήτων τῷ παλαίοντι πρόσεισι. Καὶ ὁ μὲν Σκύθης τὸν Μακεδόνα μετεωρίσαι μὴ ἐνδεδωκότα τῇ ἄρσει διήμαρτεν· ὁ δὲ τοῦτον χερσὶ γενναίαις ἑτοίμως διάρας σφοδρῶς τε περιδινήσας ἐπαγκυλίζεται, καὶ κατὰ γῆν πτῶμα ῥίπτει παμμέγεθες, ὥστε πλείστοις μὲν ὕδασι, δαψιλέσι δὲ οἴνοις, πρὸς δὲ ταῖς ἐκ ῥόδων σταγόσιν ἐγκατομβρούμενον μόλις που τῆς Ῥτος αὐματος· ὡς ἐνθένδε κατὰ πολὺ θαυμάσαι τοὺς παρόντας τὸ γεγονὸς, ὃ καὶ μέχρι τοῦ νῦν ἐκτεθρύλληται. Ἐν οἰκτιρμοῖς δὲ πενήτων πλούσιος ἦν ἐπιχορηπῶν πλουσίως τὸν ἔλεον, νοσοκομείων γηροκομείων πε καὶ πτωχοτροφείων πολυειδῶν ἐγκαινίσμασιν. Ο μὴν δὲ τούτοις μόνοις ἐνέμενεν, ἀλλὰ καὶ θείους ναοὺς σαθρωθέντας τῇ παλαιότητι πρὸς νεότητος μετηλλοιώκει στεῤῥότητα, ἐπιθεὶς κοσμιότητα. Ὥστε οὐ μόνον τῶν κατὰ σῶμα τῆς ἐπιμελείας διὰ φροντίδος ἔχειν αὐτὸν, ἀλλὰ καὶ τῶν κατὰ ψυχὴν ἐπισπεύδειν. Καὶ γὰρ οὐχ ἡγεῖτο συμφέρον, κατὰ τὴν ἀγορὰν ἢ φόρος προσαγορεύεται Κωνσταντίνου, περιόντος λαοῦ, σύρμασιν ὕλης τοῦτον ὅλως ἐνίσχεσθαι καὶ τῶν περὶ Θεοῦ ἐκλελῆσθαι · δι´ ὃ καὶ ναὸν τπροσπάγνυσιν, ἐφ´ ᾧπερ ἡ Θεομήτωρ δημοσίᾳ τετίμηται, πατρίῳ μεγέδει καὶ ἀμέτρῳ κάλλει διηυγασμένον. Τοιοῦτος ὁ μεγαλουργὸς ἄναξ Βασίλειος καὶ τος κῦτα τὰ ἐκείνου μεγαλουργήματα. Ἀλλὰ προκατασχεθεὶς τηκεδόνι τῇ ἐκ διαροίας γαστρὸς, κατ´ ἄγραν ἔκ τινος περιπτώσεως, ἔπειτα πυρετοῦ καυσώδους ἀναφλεγέντος αὐτῷ ἀνικμῶντος ζωτικὴν

---

Josephus Genesius, Βασιλεῖαι. Text: Open Greek Corpus, from the Calfa Patrologia Graeca OCR (GREgORI), CC BY 4.0. Changes: the text divided into reading sections by Interlinea.
License: CC BY 4.0 (https://creativecommons.org/licenses/by/4.0/). Source: https://opengreek.org/read/ogc003702.
