# Synopsis Rhetorikes 489.1

Josephus Rhacendyta, Synopsis Rhetorikes, 489.1. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/josephus-rhacendyta/synopsis-rhetorikes/489.1
JSON: https://interlinea.aeterna-institute.org/api/v1/library/greek/josephus-rhacendyta/synopsis-rhetorikes/489.1

ΣΥΝΟΨΙΣ ΡΗΤΟΡΙΚΗΣ σιν, ἀλλ’ οὐχ οὕτως χρυσίως· τῇ μεταθέσει τῆς αἰτίας, ὅτι δι’ αἰτίαν τοιάνδε καὶ οὐ διὰ τυραννίδα εἶχον τὰς πανοπλίας· ἢ ὡς ὁ Θάπτον τὸ νεοσφαγὲς σῶμα ἔχει, ὅτι ἐλεήσας ἐθάψα. Ἔστι δὲ τοῦ φεύγοντος τὸ κεφάλαιον· ὁμοίως καὶ ἡ ἐπὶ ταύτῃ πιθανὴ ἀπολογία· καὶ μὴν εἰ 5 ἐφόνευσα, οὐχ ἂν ἐθάπτον, καὶ περιήργουν ἐκεῖσε, ἵνα θεαθῶ· ἐπὶ τούτοις ἐστὶ καὶ τὸ ἐπιλογικὸν κεφάλαιον, ἡ κοινὴ ποιότης, ὅπερ ἐστὶ καὶ αὐτὸ κοινόν· ἐξετάζεται γὰρ ἡ ποιότης τοῦ πράγματος ἢ καὶ τοῦ προσώπου, εἰ ὡρισμένον μᾶλλον ἐστὶ· καὶ ταῦτα μὲν περὶ στοχασμοῦ. 10 Ὁ δὲ ὅρος καὶ αὐτὸς διαιρεῖται προβολῇ, δηλονότι αὐξήσει τινὶ μετρίᾳ τοῦ πράγματος· καὶ εἰ μὲν ἐστὶ κατὰ αἴτησιν δωρεὰς ἡ προβολή, καὶ τὰ τοῦ διώκοντος κεφάλαια τῷ αἰτοῦντι ἀποκληρωθήσονται· εἰ δὲ κατὰ φυγὴν καὶ δίωξιν, τῷ διώκοντι, τὰ δὲ λοιπὰ ὥσπερ ἔχει τῷ ἀν- 15 τιλέγοντι, οὕτως ἐνταῦθα τῷ φεύγοντι· ὅρω, ὃς ἐστιν ἐκ τῶν παρειμένων καὶ ἐστὶ τοῦ φεύγοντος· ἀνθορισμῷ καὶ συλλογισμῷ, καὶ εἰσὶ ταῦτα τοῦ διώκοντος, ἐκ τῶν πεπραγμένων συνάγοντος τὰ παρεῖμένα τοῖς πεπραγμένοις· γνώμῃ νομοθέτου κοινῇ, πρὸς τὸ οἰκεῖον συμφέρον 20 ἐξηγουμένου ἑκατέρου τὸ ἥτον· πηλικότητι καὶ πρὸς τι, ἃτινὰ ἐστὶ τοῦ αἰτοῦντος τὴν δωρεάν, ἢ μὴν τοῦ κατηγόρου, ἐν μὲν τῇ πηλικότητι αὐξοντος τὸ πραχθέν· καὶ ὅσα οὐχ εἶπεν ἐν τῇ προβολῇ, ἵνα μὴ αὐθὰδὴ δόξῃ, ἐν ταύτῃ λέγοντος ἐν αὐξήσει τελείᾳ, ἐν δὲ τῷ πρὸς τι συγ- 25 κρίνοντος τοῦ φιλοσόφου τὸ τε παρεῖμενον, ἤγουν τὸν φόβον τοῦ τυράννου, καὶ τὸ πεπραγμένον, ὅπερ ἐστὶν ἡ τῆς τυραννίδος ἀπόθεσις, καὶ μειζον ἐκείνου τὸ τοιοῦτον δεικνύντος, μιᾷ τῶν ἀντιθετικῶν πολλάκις, ἥτις ἐμπέσοι, ἐπεὶ ἡ μετάληψις ποῦ μὲν τῇ ἀντιλήψει μάχεται, ποῦ δὲ 30 τῇ ἀντιθέσει· εὑρεθήσεται καὶ μετάληψις, ἢ ἐνστατικῶς ἢ παραστατικῶς· καὶ εἴθὺς πάλιν παρὰ τοῦ φεύγοντος ἡ ἀντιληψις· εἶτα ποιότητι καὶ γνώμῃ, καὶ ἡ μὲν·

---

Josephus Rhacendyta, Synopsis Rhetorikes. Text: Open Greek Corpus, from its own OCR of a public-domain print edition, Public domain. Changes: the text divided into reading sections by Interlinea.
License: Public domain (https://creativecommons.org/publicdomain/mark/1.0/). Source: https://opengreek.org/read/ogc003868.
