# Synopsis Rhetorikes 492.1

Josephus Rhacendyta, Synopsis Rhetorikes, 492.1. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/josephus-rhacendyta/synopsis-rhetorikes/492.1
JSON: https://interlinea.aeterna-institute.org/api/v1/library/greek/josephus-rhacendyta/synopsis-rhetorikes/492.1

ΙΩΣΗΦ ΤΟΥ ΡΑΚΕΝΑΥΤΟΥ. δὲ μὴ ὄντα καὶ προσδοκώμενα οὐ προσέσται· καὶ τὰ μὲν ὑπάρχοντα κακὰ παραμενεῖ, τὰ δὲ μὴ ὄντα, προσδοκώμενα δὲ ἐπελεύσονται. τούτοις δὲ οὐ πᾶσι χρησόμεθα· ἀλλὰ ταῦτα μὲν ἡ τέχνη ὑποβάλλει, ὁ δὲ ῥήτωρ κινεῖ 5 τὰ ῥήτια, ὑπὸ τῆς ἱστορίας βοηθούμενος, ἐξ ἧς ἐρανίσεται καὶ τὰ ἀγαθὰ καὶ τὰ κακά. Καὶ τὸ ἐνδοξον ὁμοίως ὀκταχῶς μεταχειρισόμεθα, πλὴν ἐπὶ δόξης μόνης καὶ ἀδοξίας· καὶ οὐχ ἀπλῶς ἐπὶ ἀγαθῶν καὶ κακῶν, ποία δόξα παραμενεῖ ἢ προσέσται καὶ ποία οὐ παραμενεῖ 10 ἢ οὐ προσέσται· ὁμοίως καὶ ποία ἀδοξία ἢ προσέσται ἢ παραμενεῖ, καὶ ἢ οὐ προσέσται ἢ οὐ παραμενεῖ· τὸ μέντοι γε δυνατόν καὶ ἐκ τῶν ψυχικῶν καὶ ἐκ τῶν σωματικῶν καὶ ἐκ τῶν ἐξωθεν εἰσαχθήσεται· λοιπῷ τῷ ἐκθησομένῳ χρησόμεθα καθ’ ὑπόθεσιν. Ψηφισώμεθα τὸν πόλεμον, 15 κἂν νικήσωμεν, κἂν μὴ νικήσωμεν· συνοίσει γὰρ ἐπ’ ἀμφοτέρα· ταῦτα δὲ λέξομεν ταῖς ἱστορίαις βοηθούμενοι. Ὁμοίως καὶ ἡ μετάληψις ὅπως διπλῇ ἐφ’ ἑτέραν, καὶ ὅτι ἡ μὲν ἐγγραφος ἰδία κεφάλαια οὐκ ἔχει, ἀλλ’ ἐπεὶ ἐκ δύο ζητημάτων συνῴσθηκεν, ἐξ ἐκείνων καὶ διαιρεθή- 20 σεται· ἡ δὲ ἄγραφος διαιρεῖται προβολῇ παρὰ τοῦ κατηγόρου· παραγραφικῶ τῷ ἀπὸ ῥητοῦ, οἷον ἀριστεύσας τις ἤτησε πολίτου φόνον, καὶ ἔλαβεν· εὑρίσκεται προαπεκτονὼς αὐτόν, καὶ φόνου φεύγει· ἡ προβολὴ· ἀνδροφόνος εἶ· παραγραφικὸν τὸ ἀπὸ ῥητοῦ, ὅτι καὶ ὁ δῆμος ἔδωκε· 25 μεθ’ ἣν ἡ μετάληψις, ἀλλ’ οὐκ ἦν παραδεδομένος, ὅτε ἐφρονεύετο· τὸ γὰρ κατὰ τὸν χρόνον μεταλαμβάνει ἐνταῦθα συλλογισμῷ, ὅτι ἐν ἐστιν, εἴτε πρότερον, εἴτε ὑστερον ἔδωκεν· ὁ ὅρος χωρίζει τὸ πρᾶγμα, ὅτι πάμπολυ διαφέρει· ἡ ἀντίθεσις ἐνταῦθα ἀντεγκληματική, ὅτι ἄξιος 30 ἦν, ὅπου γε καὶ ὁ δῆμος αὐτοῦ κατενηρίσαστο· πρὸς ἣν ἡ μετάληψις κείσεται κατὰ ἀντιπαράστασιν, ὅτι εἰ καὶ ἦν ἄξιος φόνου, ἔδει σε εἰπεῖν, ὡς ἀπέκτεινας, καὶ συγγνώμην αἰτεῖν· εἶτα εἰ συγχωροῖ, καὶ κατ’ ἐνστασιν·

---

Josephus Rhacendyta, Synopsis Rhetorikes. Text: Open Greek Corpus, from its own OCR of a public-domain print edition, Public domain. Changes: the text divided into reading sections by Interlinea.
License: Public domain (https://creativecommons.org/publicdomain/mark/1.0/). Source: https://opengreek.org/read/ogc003868.
