# Synopsis Rhetorikes 538.2

Josephus Rhacendyta, Synopsis Rhetorikes, 538.2. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/josephus-rhacendyta/synopsis-rhetorikes/538.2
JSON: https://interlinea.aeterna-institute.org/api/v1/library/greek/josephus-rhacendyta/synopsis-rhetorikes/538.2

ταστάσεως εἰσάγεται ἡ ἔννοια, καὶ ἐστι τοῦτο μέθοδός τις, οἷον μέλλων εἰπεῖν, ὅτι τὸ τοῦ θεοῦ πρῶον καὶ φιλάνθρωπον ἔχει ὁ ἡμέτερος βασιλεύς, οὐχ εὐθὺς τοῦτο λέγω, ἀλλὰ πῶς; ζητῶ παρὰ τίνι τῶν νῦν ἢ τῶν πώποτε τὸ πρῶον εἴρω τοῦ αὐτοκράτορος, τὸ συμπαθὲς, τὸ φιλάνθρωπον, καὶ τίς τῶν ἐπὶ τούτοις διαβοηθέντων ἐφάμιλλος τούτῳ, καὶ οὐδένα τῶν θνητῶν εὑρίσκω χωροῦντα τὴν ἀνταγώνισιν· τῇ θείᾳ δὲ μόνῃ φιλανθρωπίᾳ παραβαλλομένην εὑρίσκω τὴν τοῦ κρατοῦντος, ὅτι καὶ τῷ θεῷ οὕτως εὑῆται κατὰ τὴν καρδίαν αὐτοῦ. τοῦτο μετὰ προοικονομίας, ὡς ὁρᾷς, εἰσῆκται· χωρὶς δὲ ταύτης καὶ ἐξ ἐφόδου εἰ προεφθάσας μησθῆναι τῆς φιλανθρωπίας τοῦ βασιλέως οὕτως ἐπενέγκης εὐθὺς, θεῷ κατὰ ταύτην οὐ θνητῷ ἀνδρὶ ἔοικεν ὁ κρατῶν καὶ τὰ τοιαῦτα· εἴτε οὖν οὕτως εἴτε ἐκείνως μεθοδευτέον, ὁ ῥήτωρ διαχρίνει πρὸς τὸ λαλοῦν πάντως. Μέθοδος καὶ τὸ κατ’ ἐπιστοιβασμὸν εἰσάγειν τὰ ἐπιχειρήματα ἢ τὰ νοήματα, ἢ διακόπτοντα καὶ ἀρχὴν ἀλλήν διδόντα, καὶ τὸ προσοχοῦς τοῦ ἐπιστοιβασμοῦ καὶ ἐπαχθὲς κολάζοντα· καλὸν γὰρ καὶ τὸ ἐκχεύγειν τὸν ἐπιστοιβασμὸν διὰ τὸ πλήθμιον,

---

Josephus Rhacendyta, Synopsis Rhetorikes. Text: Open Greek Corpus, from its own OCR of a public-domain print edition, Public domain. Changes: the text divided into reading sections by Interlinea.
License: Public domain (https://creativecommons.org/publicdomain/mark/1.0/). Source: https://opengreek.org/read/ogc003868.
