# Synopsis Rhetorikes 565.2-567.5

Josephus Rhacendyta, Synopsis Rhetorikes, 565.2 to 567.5. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/josephus-rhacendyta/synopsis-rhetorikes/565.2
JSON: https://interlinea.aeterna-institute.org/api/v1/library/greek/josephus-rhacendyta/synopsis-rhetorikes/565.2

ΠΕΡΙ ΤΩΝ ΤΗΣ ΛΕΞΕΩΣ ΠΑΘΩΝ. Τὰ τῆς λέξεως πάθη ἢ ἀπὸ πλεονασμοῦ γίνονται, ἢ ἀπὸ ἐνδείας· καὶ ἀπὸ μὲν πλεονασμοῦ εἰσὶν εἴδη ἐννέα, πρόσθεσις, ἀναδίπλωσις, ἔκτασις, ἐπίκτασις, διαιρέσις, ΙΩΣΗΦ ΤΟΥ ΠΑΚΕΝΑΥΤΟΥ παρένθεσις, διπλασιασμός, παρέμπτωσις, προσχηματισμός· τῆς δὲ ἐνδείας πάλιν εἶδη ἐννέα ἀντικείμενα τούτοις, ἥγουν ἀφαίρεσις, ἄρσις, συστολή, συγχωπή, συναίρεσις, ἑλλειψις, παράλειψις, ἐκθλιψις, ἀποκοπή. Πρόσθεσις τοίνυν ἐστὶ προσθήκη κατ’ ἀρχὴν συλλαβῆς ἢ στοιχείου· συλλαβῆς μὲν, οἷον στάφις ἄσταφις, στάχυς ἄσταχυς· στοιχείου δὲ, οἷον οὐρος θούρος, ἄμα θἄμα, ἄμμος ἡμμος· καὶ τὰ τοιαῦτα. Ἀφαίρεσις ἐστὶν ἀποβολὴ κατ’ ἀρχὴν συλλαβῆς ἢ στοιχείου· συλλαβῆς μὲν, οἷον ἐκεῖνος κεῖνος, ἐθέλω θέλω· στοιχείου δὲ οἷον φθισάνη θισάνη, γαῖα αἰα, λείβω εἰβω. Ἀναδίπλωσις ἐστὶ πρώτης συλλαβῆς διὰ τῶν αὐτῶν συμφώνων συλλαβὴν ποιούντων ἐπάλληλος ἐκφορά· οἷον κλύθι κέκλυθι, κάμωσι κεκάμωσι, δάπτουσι δαρδάπτουσι, δέρχετο δεδέρχετο. Ἄρσις ἐστὶν ἀποβολὴ κατ’ ἀρχὴν τῆς ἀναδιπλουμένης συλλαβῆς· οἷον βεβληθῆθαι βληθῆθαι, βεβλημένος βλήμενος, δεδεγμένος δέγμενος. Ἐκτασις ἐστιν, ὅταν τὰ συστελλόμενα δίχρονα ἐκταθῇ, ὡς τὸ Ἄρες, Ἄρες, ἢ ὅταν τὰ φύσει βραχέα εἰς τὰ φύσει μακρὰ ἀντίστοιχα μεταστή· οἷον φυσίζοος φυσίζωος, Διόνυσος Διόνυσος, τιθέμενος τιθήμενος. Συστολὴ ἐστιν ἢ τὰ ἀντικείμενα ποιοῦσα ἥγουν τὰ ἐκτεινόμενα δίχρονα συστέλλουσα, οἷον ὑμῖν ὑμιν, ἢ τὰ φύσει βραχέα μεταβάλλουσα, οἷον φυσίζωος φυσίζοος, ἀργῆτα ἀργέτα, ξηρόν ξερόν. Ἐπέκτασις ἐστὶ πλεονασμὸς συλλαβῆς ἐντὸς τῆς πρώτης καὶ τελευταίας συλλαβῆς· ἢ φωνήεντος ποιούντος συλλαβὴν, καὶ συλλαβῆς μὲν, οἷον ἐτυμον ἐτήτυμον, ἐδὴ ἐδωδὴ, ἀτηρὸς ἀταρηρὸς· φωνήεντος δὲ, οἷον γέννα γενεά, ἀδελφὸς ἀδελφιὸς, πύλων πνέλων. ΣΥΝΟΨΙΣ ΡΗΤΟΡΙΚΗΣ Συγχοπή ἐστιν ἀποβολὴ συλλαβῆς ἐντὸς τῆς πρώ- 5 της καὶ τελευταίας συλλαβῆς, ἢ φωνήεντος ποιούντος συλλαβὴν· συλλαβῆς μὲν, οἷον ὁμόπατρος ὁπατρος, ὁμότριχας ὁτριχας· φωνήεντος δὲ, οἷον φέρετε φέρτε, τί ποτε τίπτε, πατέρος πατρός. Διαίρεσίς ἐστι συλλαβῆς δίφθογγον ἔχουσης ἀνάλυσις ἢ διάλυσις εἰς δύο συλλαβάς, οἷον παῖς παΐζ. Συναίρεσίς ἐστιν ἢ τὸ ἐναντίον ποιούσα.

---

Josephus Rhacendyta, Synopsis Rhetorikes. Text: Open Greek Corpus, from its own OCR of a public-domain print edition, Public domain. Changes: the text divided into reading sections by Interlinea.
License: Public domain (https://creativecommons.org/publicdomain/mark/1.0/). Source: https://opengreek.org/read/ogc003868.
