# Fragmenta 1-6

Juba Mauritanus, Fragmenta, 1 to 6. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/juba-mauritanus/fragmenta/1

Ἀβοριγῖνες, ἔθνος Ἰταλικὸν, ὡς Ἰόβας ἐν Ῥωμαϊκῆς ἱστορίας πρώτῃ· «Μέχρι μὲν οὖν τοῦ Τρωῖκοῦ πολέμου τὴν ἀρχαίαν Ἀβοριγίνην (l. Ἀβοριγίνων ὀνομασίαν) διέσωζον, Λατίνου δὲ βασιλεύσαντος οὕτω προσηγορεύθησαν.» Τὰ αὐτὰ καὶ Χάραξ. Λαβίνιον, πόλις Ἰταλίας, Αἰνείου κτίσμα· Ἰόβας ἐν πρώτῳ· ἀπὸ τοῦ τῆς βασιλέως θυγατρὸς Λαβινίας. Ὠστία, πόλις Ἰταλίας. Ἰόβας ἐν πρώτῳ Ῥωμαϊκῆς ἱστορίας· «Ἀπὸ μὲν τῶν βορείων μερῶν ὁ Τίβερις· Ὠστία πόλις πλησίον.» Ἁρπασθῆναι δέ φασιν, οἱ μὲν, τριάκοντα μόνας, ἀφ ̓ ὧν καὶ τὰς φρατρίας ὀνομασθῆναι· Οὐαλέριος δὲ Ἀντίας ἑπτὰ καὶ εἴκοσι καὶ πεντακοσίας· Ἰόβας δὲ τρεῖς καὶ ὀγδοήκοντα καὶ ἑξακοσίας παρθένους. Τὸν Ταλάσιον ..., ὥσπερ Ἕλλνες τὸν Ὑμέναιον, ἀπᾴδουσι Ῥωμαῖοι τοῖς γάμοις. Quem morem nonnulli ab iis, quae in raptu Sabinarum contigisse narrantur, derivari putant. Οἱ δὲ πλεῖστοι νομίζουσιν, ὧν καὶ ὁ Ἰόβας ἐστὶ, παράκλησιν εἶναι καὶ παρακέλευσιν εἰς φιλεργίαν καὶ ταλασίαν, οὔπω τότε τοῖς Ἑλληνικοῖς ὀνόμασι τῶν Ἰταλικῶν ἐπικεχυμένων. Ἑάλω δὲ καὶ Ταρπήιος προδοσίας ὑπὸ Ῥωμαίων διωχθεὶς, ὡς Ἰόβας φησὶ Γάλβαν Σουλπίκιον ἱστορεῖν.

---

JUBA MAURITANUS, Fragmenta. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg1452.tlg003.local002/.
