# Fragmenta 12

Juba Mauritanus, Fragmenta, Dfhg-Source dfhg3_JUBA_MAURITANUS. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/juba-mauritanus/fragmenta/12

Διὰ τί τοῖς ἄλλοις Ἀρτεμισίοις ἐπιεικῶς ἐλάφων κέρατα προσπατταλεύουσι, τῷ δ ̓ ἐν Ἀβεντίνῳ βοῶν; Ἦ τοῦ παλαιοῦ συμπτώματος ἀπομνημονεύοντες; λέγεται γὰρ ἐν Σαβίνοις Ἄντρωνι Κορατίῳ βοῦς ἐκπρεπὴς ὄψει καὶ μεγέθει διαφέρουσα τῶν ἄλλων γενέσθαι· μάντεως δέ τινος αὐτῷ φράσαντος, ὅτι τοῦ καθιερεύσαντος Ἀρτέμιδι τὴν βοῦν ἐκείνην ἐν Ἀβεντίνῳ πέπρωται μεγίστην γενέσθαι καὶ βασιλεῦσαι τῆς Ἰταλίας ἁπάσης τὴν πόλιν, ἐλθεῖν μὲν εἰς Ῥώμην τὸν ἄνθρωπον, ὡς θύσοντα τὴν βοῦν· οἰκέτου δὲ κρύφα τῷ βασιλεῖ Σερουίῳ τὸ μάντευμα φράσαντος, ἐκείνου δὲ Κορνηλίῳ τῷ ἱερεῖ, προστάξαι τὸν Κορνήλιον τῷ Ἄντρωνι λούεσθαι πρὸ τῆς θυσίας ἀπὸ τοῦ Θύμβρεως· νενομίσθαι γὰρ οὕτω τοὺς καλλιεροῦντας. Ἐκεῖνον οὖν ἀπελθόντα λούσεσθαι, τὸν δὲ Σερούϊον φθάσαντα, θῦσαι τῇ θεῷ τὴν βοῦν, καὶ τῷ ἱερῷ τὰ κέρατα προσπατταλεῦσαι. Ταῦτα καὶ ὁ Ἰόβας ἱστόρηκε καὶ Βάρρων· πλὴν ὅτι τοὔνομα τοῦ Ἄντρωνος Βάρρων οὐ γέγραφεν, οὐδ ̓ ὑπὸ Κορνηλίου φησὶ τοῦ ἱερέως, ἀλλ ̓ ὑπὸ τοῦ νεωκόρου παρακρουσθῆναι τὸν Σαβῖνον.

---

JUBA MAURITANUS, Fragmenta. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg1452.tlg003.local002/.
