# Fragmenta 13-16

Juba Mauritanus, Fragmenta, 13 to 16. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/juba-mauritanus/fragmenta/13

Διὰ τί κοινὸς ἦν βωμὸς Ἡρακλέους καὶ Μουσῶν; Ἦ ὅτι γράμματα τοὺς περὶ Εὔανδρον ἐδίδαξεν Ἡρακλῆς, ὡς Ἰόβας ἱστόρηκε; Καὶ τὸ πρᾶγμα σεμνὸν ἐνομίζετο, φίλους καὶ συγγενεῖς διδασκόντων· ὀψὲ δ ̓ ἤρξαντο μισθοῦ διδάσκειν, καὶ πρῶτος ἀνέῳξε γραμματοδιδασκαλεῖον Σπόριος Καρβίλιος ἀπελεύθερος Καρβιλίου τοῦ πρώτου γαμετὴν ἐκβαλόντος. Διὰ τί τῶν οἰωνῶν ὁ καλούμενος ἀριστερὸς, αἴσιος; ... Ἢ μᾶλλον, ὡς Ἰοβας φησὶ, τοῖς πρὸς τὰς ἀντολὰς ἀποβλέπουσιν ἐν ἀριστερᾷ γίνεται τὸ βόρειον; ὃ δὴ τοῦ κόσμου δεξιὸν ἔνιοι τίθενται καὶ καθυπέρτερον. Νομαντία, πόλις Ἰβηρίας. Ἰβηρίας. Ἰόβας ἐν δευτέρῳ Ῥωμαϊκῆς ἀρχαιολογίας. Ἀρβάκη, πόλις ἐν Κελτιβηρίᾳ, ὡς Ἰόβας. Τὸ ἐθνικὸν Ἀρβακαῖος.

---

JUBA MAURITANUS, Fragmenta. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg1452.tlg003.local002/.
