# Fragmenta 20-24

Juba Mauritanus, Fragmenta, 20 to 24. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/juba-mauritanus/fragmenta/20

Μέχρι γὰρ τῶν Μακεδονικῶν χρόνων κεραμέοις σκεύεσιν οἱ δειπνοῦντες διηκονοῦντο, ὥς φησιν ὁ ἐμὸς Ἰόβας. Μεταβαλόντων δ ̓ ἐπὶ τὸ πολυτελέστερον Ῥωμαίων τὴν δίαιταν, κατὰ μίμησιν ἐκδιαιτηθεῖσα Κλεοπάτρα, ἡ τὴν Αἰγύπτου καταλύσασα βασιλείαν, τοὔνομα φὐ δυναμένη ἀλλάξαι, ἀργυροῦν καὶ χρυσοῦν ἀπεκάλει κέραμον αὐτὸ, κέραμά τ ̓ ἀπεδίδοτο τὰ ἀποφόρητα τοῖς δειπνοῦσι· καὶ τοῦτ ̓ ἦ τὸ πολυτελέστατον. Βηρωσὸς δέ ἐστιν ἀνὴρ ἱκανώτατος, καὶ τούτου τεκμήριον Ἰόβας, ὃς περὶ Ἀσσυρίων γράφων παρὰ Βηρωσοῦ φησι μεμαθηκέναι τὴν ἱστορίαν. Εἰσὶ δὲ αὐτῷ βίβλοι περὶ Ἀσσυρίων δύο. Μετὰ τὴν Ἰλίου πόρθησιν ἐξεβράσθη Διομήδης εἰς Λιβύην. Ἔνθα Λύκος ἦν βασιλεὺς, ἔθος ἔχων τοὺς ξένους Ἄρει τῷ πατρὶ θύειν. Καλλιρρόη δὲ, ἡ θυγάτηρ, ἐρασθεῖσα Διομήδους, τὸν πατέρα προὔδωκε, καὶ τὸν Διομήδην ἔσωσε λύσασα τῶν δεσμῶν· ὁ δὲ, ἀμελήσας τῆς εὐεργέτιδος, ἀπέπλευσεν· ἡ δὲ βρόχῳ ἐτελεύτησεν· ὡς Ἰόβας ἐν τρίτῃ Λιβυκῶν. Αἰμιλιανὸς δὲ ἔλεγεν Ἰόβαν τὸν Μαυρουσίων βασιλέα, ἄνδρα πολυμαθέστατον, ἐν τοῖς Περὶ Λιβύης συγγράμμασι, μνημονεύοντα τοῦ κιτρίου, καλεῖσθαι φάσκειν αὐτὸ παρὰ τοῖς Λίβυσι μῆλον Ἑσπερικὸν, ἀφ ̓ ὧν καὶ Ἡρακλέα κομίσαι εἰς τὴν Ἑλλάδα τὰ χρύσεα διὰ τὴν ἐδέαν λεγόμενα μῆλα.

---

JUBA MAURITANUS, Fragmenta. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg1452.tlg003.local002/.
