# Fragmenta 34

Juba Mauritanus, Fragmenta, Dfhg-Source dfhg3_JUBA_MAURITANUS. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/juba-mauritanus/fragmenta/34

Ἰόβας δὲ ὃς ἦρξέ ποτε τοῦ Λιβυκοῦ ἔθνους, φησὶ μὲν ξυμπεσεῖν ἀλλήλοις ἐπ ̓ ἐλεφάντων πάλαι Λιβυκοὺς ἱππέας (εἶναι δὲ τοῖς μὲν πύργον ἐς τοὺς ὀδόντας κεχαραγμένον, τοῖς δὲ οὐδέν)· νυκτὸς δὲ ἐπιλαβούσης τὴν μάχην, ἡττηθῆναι μὲν τοὺς ἐπισήμους φησὶ, φυγεῖν δὲ ἐς τὸν Ἄτλαντα τὸ ὄρος· αὐτὸς δὲ ἑλεῖν τετρακοσίων μήκει ἐτῶν ὕστερον τῶν διαφυγόντων ἕνα, καὶ τοὐπίσημον εἶναι αὐτῷ κοῖλον, καὶ οὔπω περιτετριμμένον ὑπὸ τοῦ χρόνου. Οὗτος ὁ Ἰόβας τοὺς ὀδόντας κέρατα ἡγεῖται, τῷ φύεσθαι μὲν αὐτοὺς ὅθεν περ οἱ κρόταφοι, παραθήγεσθαι δὲ μηδενὶ ἑτέρῳ, μένειν δ ̓ ὡς ἔφυσαν, καὶ μὴ, ὅπερ οἱ ὀδόντες, ἐκπίπτειν, εἶτα φύεσθαι.

---

JUBA MAURITANUS, Fragmenta. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg1452.tlg003.local002/.
