# Fragmenta 66

Juba Mauritanus, Fragmenta, Dfhg-Source dfhg3_JUBA_MAURITANUS. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/juba-mauritanus/fragmenta/66

Ἄριστος ἄρα ὁ Ἰνδικὸς (μάργαρος) γίνεται, καὶ ὁ τῆς θαλάττης τῆς Ἐρυθρᾶς. Γίνεται δὲ καὶ κατὰ τὸν ἑσπέριον ὠκεανὸν ἔνθα ἡ Βρεττανικὴ νῆσός ἐστι· δοκεῖ δέ πως χρυσωπότερος ἰδεῖν εἶναι, τάς τε αὐτὰς ἀμβλυτέρας ἔχων καὶ σκοτωδεστέρας. Γίνεσθαι δέ φησιν Ἰόβας καὶ ἐν τῷ κατὰ Βόσπορον πορθμῷ, καὶ τοῦ Βρεττανικοῦ ἡττᾶσθαι αὐτὸν, τῷ δὲ Ἰνδῷ καὶ τῷ Ἐρυθραίῳ μηδὲ τὴν ἀρχὴν ἀντικρίνεσθαι. Ὁ δὲ ἐν Ἰνδίᾳ χερσαῖος οὐ λέγεται φύσιν ἔχειν ἰδίαν, ἀλλὰ ἀπογέννημα εἶναι κρυστάλλου, οὐ τοῦ ἐκ τῶν παγετῶν συνισταμένου, ἀλλὰ τοῦ ὀρυκτοῦ.

---

JUBA MAURITANUS, Fragmenta. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg1452.tlg003.local002/.
