# Fragmenta 78-81

Juba Mauritanus, Fragmenta, 78 to 81. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/juba-mauritanus/fragmenta/78

Βλίτυρι καὶ σκινδαψός· ταῦτα παραπληρώματα λόγων, εἰσὶ δὲ καὶ παροιμιώδη. Ἰόβας δὲ τὸν σκινδαψὸν ὄργανον λέγει μουσικὸν, τὸ δὲ βλίτυρι χορδῆς μίμημα. Τῶν δ ̓ ἐλύμων αὐλῶν μνημονεύει καὶ Καλλίας ἐν Πεδήταις. Πόβας δὲ τούτους Φρυγῶν εἶναι εὕρημα, ὀνομάζεσθαι δὲ καὶ σκυταλίας, κατ ̓ ἐμφέρειαν τοῦ πάχους. Χρῆσθαι δ ̓ αὐτῶν καὶ Κυπρίους φησὶ Κρατῖνος ὁ νεώτερος ἐν Θηραμένει. Θηβαίων δ ̓ εὕρημά φησιν εἶναι Ἰόβας τὸν ἐκ νεβροῦ κώλων κατασκευαζόμενον αὐλόν. Ἐκαλεῖτο δὲ φαινίνδα ἀπὸ τῆς ἀφέσεως τῶν σφαιριζόντων· ἢ ὅτι εὑρετὴς αὐτῆς, ὥς φησιν Ἰόβας ὁ Μαυρούσιος, Φαινέστιος ὁ παιδοτρίβης. Καὶ Ἀντιφάνῃς· «Φαινίνδα παίζων ᾔεις ἐν Φαινεστίου.»

---

JUBA MAURITANUS, Fragmenta. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg1452.tlg003.local002/.
