# Fragmenta 82

Juba Mauritanus, Fragmenta, Dfhg-Source dfhg3_JUBA_MAURITANUS. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/juba-mauritanus/fragmenta/82

Ἐν δὲ τῷ πρώτῳ τῆς Ἀτθίδος Κλείδημος φῦλον ἀποφαίνει μαγείρων ἐχόντων δημιουργικὰς τιμὰς, οἷς καὶ τὸ πλῆθος ἐνεργεῖν ἔργον ἦν. Οὐκ ἀπεικότως δὲ καὶ Ἀθηνίων (Ἀθηνικῶν̣ Dindf.) ἐν Σαμόθρᾳξεν, ὥς φησιν Ἰόβας, μάγειρον εἰσάγει φυσιολογοῦντα διὰ τούτων· Οὐκ οἶσθ ̓, ὅτι πάντων ἡ μαγειρικὴ τέχνη πρὸς εὐσέβειαν πλεῖστα προσενήνεχθ ̓ ὅλως; Β. Τοιοῦτόν ἐστι τοῦτο; Α. Πάνυ γε, βάρβαρε. Τοῦ θηριώδους καὶ παρασπόνδου βίου ἡμᾶς γὰρ ἀπολύσασα καὶ τῆς δυσχεροῦς ἀλληλοφαγίας, ἤγαγ ̓ ἐις τάξιν τινὰ, καὶ τουτονὶ περιῆψεν ὅν νυνὶ βίον ζῶμεν. Β. Τίνα τρόπον; Α. Πρόσεχε, κἀγώ σοι φρόσω. Ἀλληλοφαγίας καὶ κακῶν ὄντων συχνῶν, γενόμενος ἄνθρωπός τις οὐκ ἀβέλτερος θύσας ἱερεῖον πρῶτος ὤπτησεν κρέας Ὡς δ ̓ ἦν τὸ κρέας ἥδιον ἀνθρώπου κρεῶν, αὑτοὺς μὲν οὐκ ἐμασῶντο, τὰ δὲ βοσκήματα θύοντες ὤπτων. Ὡς δ ̓ ἅπαξ τῆς ἡδονῆς ἐμπειρίαν τιν ̓ ἔλαβον, ἀρχῆς γενομένης ἐπὶ πλεῖον ηὖξον τὴν μαγειρικὴν τέχνην. Ὅθεν ἔτι καὶ νῦν τῶν πρότερον μεμνημένοι τὰ σπλάγχνα τοῖς θεοῖσιν ὀπτῶσιν φλογὶ, ἅλας οὐ προσάγοντες· οὑ γὰρ ἦσαν οὐδέπω εἰς τὴν τοιαύτην χρῆσιν ἐξευρημένοι. Ὡς δ ̓ ἤρεσ ̓ αὐτοῖς ὕστερον, καὶ τοὺς ἅλας προσάγουσιν ἤδη, τῶν ἱερῶν γεγραμμένων, τὰ πάτρια διατηροῦντες, σωτηρίας, τὸ προσφιλοτεχνεῖν, διά τε τῶν ἡδυσμάτων ἐπὶ πλεῖον αὔξειν τὴν μαγειρικὴν τέχνην. Β. Καινὸς γάρ ἐστιν οὑτοσὶ Παλαίφατος. Α. Μετὰ ταῦτα γαστρίον τις ὠνθυλευμένον προῖόντος εἰσηνέγκατ ̓ ἤδη τοῦ χρόνου· ἐρίφιον ἐτακέρωσε, πνικτῷ διέλαβεν, περικομματίῳ διεγίγγρασ ̓ ὁρώμενον, λάχανον, τάριχος πολυτελὲς, χόνδρον, μέλι. Ὡς πολύ τι διὰ τὰς ἡδονὰς, ἃς νῦν λέγω, ἀπεῖχ ̓ ἕκαστος τοῦ φαγεῖν ἂν ἔτι νεκροῦ, σὑτοῖς ἅπαντες ἠξίουν συζῆν, ὄχλος ἠθροίζετ ̓, ἐγένονθ ̓ αἱ πόλεις οἰκούμεναι διὰ τὴν τέχνην, ὅπερ εἶπα, τὴν μαγειρικήν. Β. Ἅνθρωπε χαῖρε, περὶ πόδ ̓ εἶ τῷ δεσπότῃ. Α. Καταρχόμεθ ̓ ἡμεῖς οἱ μάγειροι, θύομεν, σπονδὰς ποιοῦμεν, τῷ μάλιστα τοὺς θεοὺς ἡμῖν ὑπακούειν, διὰ τὸ ταῦθ ̓ εὑρηκέναι τὰ μάλιστα συντείνοντα πρὸς τὸ ζῆν καλῶς. Β. Ὑπὲρ εὐσεβείας οὖν ἀγεὶς παῦσαι λέγων. Α. Ἥμαρτον. Β. Ἀλλὰ δεῦρό μοι ξυνείσιθι ἐμοὶ, τά τ ̓ ἔνδον εὐτρεπῆ ποίει λαβών.

---

JUBA MAURITANUS, Fragmenta. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg1452.tlg003.local002/.
