# Epistulae 1-10

Julian the Emperor, Epistulae, Ἰουλιανῷ θείῳ. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/julian-the-emperor/epistulae/1-10

Τρίτης ὥρας νυκτὸς ἀρχομένης, οὐκ ἔχων οὐδὲ τὸν ὑπογράψοντα διὰ τὸ πάντας ἀσχόλους εἶναι, μόλις ἴσχυσα πρὸς σὲ ταῦτα γράψαι. ζῶμεν διὰ τοὺς θεοὺς ἐλευθερωθέντες τοῦ παθεῖν ἢ δρᾶσαι τὰ ἀνήκεστα· μάρτυς δὲ ὁ Ἥλιος, ὃν μάλιστα πάντων ἱκέτευσα συνάρασθαί μοι, καὶ ὁ βασιλεὺς Ζεύς, ὡς οὐπώποτε ηὐξάμην ἀποκτεῖναι Κωνστάντιον, μᾶλλον δὲ ἀπηυξάμην. τί οὖν ἦλθον; ἐπειδή μοι οἱ θεοὶ διαρρήδην ἐκέλευσαν, σωτηρίαν μὲν ἐπαγγελλόμενοι πειθομένῳ, μένοντι δὲ ὃ μηδεὶς θεῶν ποιήσειεν· ἄλλως τε ὅτι καὶ πολέμιος ἀποδειχθεὶς ᾤμην φοβῆσαι μόνον καὶ εἰς ὁμιλίας ἥξειν ἐπιεικεστέρας τὰ πράγματα· εἰ δὲ μάχῃ κριθείη, τῇ τύχῃ τὰ πάντα καὶ τοῖς θεοῖς ἐπιτρέψας περιμένειν ὅπερ ἂν αὐτῶν τῇ φιλανθρωπίᾳ δόξῃ.

---

Julian the Emperor, Epistulae, ed. Wilmer Cave Wright. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg2003.tlg013.local001/.
